← 普鲁塔克

恺撒传

§66.1-66.7

元老院遇袭与恺撒遇刺

恺撒在立有庞培雕像的元老院会场遭密谋者以请愿为名包围并袭击。他起初奋力抵抗,但见布鲁图斯拔剑后遂蒙头放弃,最终身中二十三创倒在庞培雕像基座旁殒命。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.1

ἀλλὰ ταῦτα μὲν ἤδη που φέρει καὶ τὸ αὐτόματον· ὁ δὲ δεξάμενος τὸν φόνον ἐκεῖνον καὶ τὸν ἀγῶνα χῶρος, εἰς ὃν ἡ σύγκλητος ἠθροίσθη τότε, Πομπηΐου μὲν εἰκόνα κειμένην ἔχων, Πομπηΐου δὲ ἀνάθημα γεγονὼς τῶν προσκεκοσμημένων τῷ θεάτρῳ, παντάπασιν ἀπέφαινε δαίμονός τινος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴν πρᾶξιν ἔργον γεγονέναι.1

然而,这些事态或许也可归因于偶发之机;但接纳了那场杀戮与搏斗的场所——即当时元老院集会之地,不仅立有庞培的雕像,而且是庞培作为剧场的附属修饰而奉献的建筑——完全表明,这一举动乃是某位指引并将其召唤至彼处的神明之所为。

§66.2

καὶ γὰρ οὖν καὶ λέγεται Κάσσιος εἰς τὸν ἀνδριάντα τοῦ Πομπηΐου πρὸ τῆς ἐγχειρήσεως ἀποβλέπων ἐπικαλεῖσθαι σιωπῇ, καίπερ οὐκ ἀλλότριος ὢν τῶν Ἐπικούρου λόγων ἀλλʼ ὁ καιρὸς, ὡς ἔοικεν, ἤδη τοῦ δεινοῦ παρεστῶτος ἐνθουσιασμὸν ἐνεποίει καὶ πάθος ἀντὶ τῶν προτέρων λογισμῶν.

事实上,据说卡西乌斯在动手前就曾凝视庞培的雕像暗自祈求,尽管他并非不通晓伊壁鸠鲁的学说;但似乎正是大难临头的紧要关头,以狂热与激情取代了他先前的理性考量。

§66.3

Ἀντώνιον μὲν οὖν πιστὸν ὄντα Καίσαρι καὶ ῥωμαλέον ἔξω παρακατεῖχε Βροῦτος Ἀλβῖνος, ἐμβαλὼν ἐπίτηδες ὁμιλίαν μῆκος ἔχουσαν· εἰσιόντος δὲ Καίσαρος ἡ βουλὴ μὲν ὑπεξανέστη θεραπεύουσα, τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τὸν δίφρον αὐτοῦ περιέστησαν, οἱ δὲ ἀπήντησαν, ὡς δὴ Τιλλίῳ Κίμβρῳ περὶ ἀδελφοῦ φυγάδος ἐντυγχάνοντι συνδεησόμενοι, καὶ συνεδέοντο μέχρι τοῦ δίφρου παρακολουθοῦντες.

安东尼对恺撒既忠心且体魄强健,因而布鲁图斯·阿尔比努斯故意在门外以长篇谈话拖住他;恺撒步入会场时,元老院起身致敬,而布鲁图斯一派的人,有的从背后围住恺撒的座椅,有的迎上前去,佯装要与为流放中的兄弟请愿的提利乌斯·辛布尔一同代求,并尾随他直至座椅旁共同请托。

§66.4

ὡς δὲ καθίσας διεκρούετο τὰς δεήσεις καὶ προσκειμένων βιαιότερον ἠγανάκτει πρὸς ἕκαστον, ὁ μὲν Τίλλιος τὴν τήβεννον αὐτοῦ ταῖς χερσὶν ἀμφοτέραις συλλαβὼν ἀπὸ τοῦ τραχήλου κατῆγεν ὅπερ ἦν σύνθημα τῆς ἐπιχειρήσεως, πρῶτος δὲ Κάσκας ξίφει παίει παρὰ τὸν αὐχένα πληγὴν οὐ θανατηφόρον οὐδὲ βαθεῖαν, ἀλλʼ, ὡς εἰκὸς, ἐν ἀρχῇ τολμήματος μεγάλου ταραχθείς, ὥστε καὶ τὸν Καίσαρα μεταστραφέντα τοῦ ἐγχειριδίου λαβέσθαι καὶ κατασχεῖν.

待恺撒坐定,回绝了他们的请求,并对他们步步紧逼的无礼举动向每个人表示愤慨时,提利乌斯便双手抓住他的托加袍,从颈部拽了下来,这正是动手的暗号;卡斯卡首先用剑刺向他的颈侧,这一击既非致命亦不深,想必是在重大冒险之初惊惶所致,以至于恺撒得以转过身来,一把抓住短剑并紧紧握住。

§66.5

ἅμα δέ πως ἐξεφώνησαν ὁ μὲν πληγεὶς Ῥωμαϊστί μιαρώτατε Κάσκα, τί ποιεῖς; ὁ δὲ πλήξας Ἑλληνιστὶ πρὸς τὸν ἀδελφόν ἀδελφέ, βοήθει. τοιαύτης δὲ τῆς ἀρχῆς γενομένης τοὺς μὲν οὐδὲν συνειδότας ἔκπληξις εἶχε καὶ φρίκη πρὸς τὰ δρώμενα, μήτε φεύγειν μήτε ἀμύνειν, Ἀλλὰ μηδὲ φωνὴν ἐκβάλλειν τολμῶντας, τῶν δὲ παρεσκευασμένων ἐπὶ τὸν φόνον ἑκάστου γυμνὸν ἀποδείξαντος τὸ ξίφος, ἐν κύκλῳ περιεχόμενος καὶ πρὸς ὅ τι τρέψειε τὴν ὄψιν2 πληγαῖς ἀπαντῶν καὶ σιδήρῳ φερομένῳ καὶ κατὰ προσώπου καὶ κατʼ ὀφθαλμῶν διελαυνόμενος ὥσπερ θηρίον ἐνειλεῖτο ταῖς πάντων χερσίν ἅπαντας γὰρ ἔδει κατάρξασθαι καὶ γεύσασθαι τοῦ φόνου. διὸ καὶ Βροῦτος αὐτῷ πληγὴν ἐνέβαλε μίαν εἰς τὸν βουβῶνα. λέγεται δὲ ὑπό τινων ὡς ἄρα πρὸς τοὺς ἄλλους ἀπομαχόμενος καὶ διαφέρων δεῦρο κἀκεῖ τὸ σῶμα καὶ κεκραγώς, ὅτε Βροῦτον εἶδεν ἐσπασμένον τὸ ξίφος, ἐφειλκύσατο κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον καὶ παρῆκεν ἑαυτόν, εἴτε ἀπὸ τύχης εἴθʼ ὑπὸ τῶν κτεινόντων ἀπωσθεὶς, πρὸς τὴν βάσιν ἐφʼ ἧς ὁ Πομπηΐου βέβηκεν ἀνδριάς. καὶ πολὺ καθῄμαξεν αὐτὴν ὁ φόνος, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῇ τιμωρίᾳ τοῦ πολεμίου Πομπήϊον ὑπὸ πόδας κεκλιμένου καὶ περισπαίροντος3 ὑπὸ πλήθους τραυμάτων, εἴκοσι γὰρ καὶ τρία λαβεῖν λέγεται καὶ πολλοὶ κατετρώθησαν ὑπʼ ἀλλήλων, εἰς ἓν ἀπερειδόμενοι σῶμα πληγὰς τοσαύτας.

二人几乎同时喊出声来,挨打者用拉丁语喊道: “可恶的卡斯卡,你在干什么?” 行刺者则用希腊语向其兄弟呼救: “兄弟,快来帮我!” 事情既已这般发端,不知内情的人对眼前发生的一幕惊骇万分,既不敢逃跑,也不敢上前护卫,甚至连声音都不敢发出;而预备行凶的密谋者人人亮出出鞘的利剑,恺撒被四面团团围住,不论将目光投向何方,都会遭遇迎面而来的劈砍,被刺向面门和眼睛的铁刃贯穿,宛如野兽般缠困于众人手中;因为所有人都必须参与其事并尝到杀戮的滋味。为此,布鲁图斯也在他的腹股沟上刺了一剑。某些人说,恺撒起初还奋力抵御其他人,四下扭动身躯并高声呼喊,但当他看见布鲁图斯拔出利剑时,便将外衣拉过头顶,任由处置,或是出于偶合,或是被刺客推挤,他倒在了立有庞培雕像的基座旁。杀戮的鲜血重重染红了基座,以至于看起来庞培本人正亲临现场,主持对仇敌的惩罚,而这仇敌正蜷卧在其脚下,在重重创伤中痉挛抽搐;据说恺撒身中二十三处创口,众人将如此多的刺击集中于一人之躯,彼此之间也有许多人受了伤。

语法注3 条
  1. 66.1παντάπασιν ἀπέφαινε δαίμονός τινος ὑφηγουμένου καὶ καλοῦντος ἐκεῖ τὴν πρᾶξιν ἔργον γεγονέναι

    主语为前文的名词短语 ὁ δεξάμενος... χῶρος,动词 ἀπέφαινε 后接不定式结构(δαίμονός τινος ... ἔργον γεγονέναι,“乃是某位神明之所为”)。与 ἔργον 隔开的属格 δαίμονός τινος 受支配宾语 τὴν πρᾶξιν 的分词 ὑφηγουμένου καὶ καλοῦντος 修饰;副词 ἐκεῖ(“至彼处”)作状语修饰分词 καλοῦντος。

  2. 66.6πρὸς ὅ τι τρέψειε τὴν ὄψιν

    用于过去时序中的泛指/重复性希求语气(iterative optative),由关系代词短语 πρὸς ὅ τι 引导。它与句中未完成过去时主要谓语 ἐνειλεῖτο 以及分词(ἀπαντῶν, διελαυνόμενος)相配合,表示过去反复发生的动作(“无论他每每将视线投向何方”)。

  3. 66.7ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῇ τιμωρίᾳ τοῦ πολεμίου Πομπήϊον ὑπὸ πόδας κεκλιμένου καὶ περισπαίροντος

    由 ὡς 加不定式(ὡς δοκεῖν)构成的结果从句。支配与格(τῇ τιμωρίᾳ)的不定式 ἐφεστάναι(“临场主持”)的逻辑主语是倒装离隔的宾格 αὐτὸν ... Πομπήϊον(“庞培本人”)。在与格 τῇ τιμωρίᾳ 之后的属格短语 τοῦ πολεμίου ... κεκλιμένου καὶ περισπαίροντος 作其宾格性属格,意为“对那倒卧在足下抽搐的仇敌之惩治”,其中 ὑπὸ πόδας 修饰分词 κεκλιμένου。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:66.1-66.7