← 普鲁塔克

恺撒传

§63.1-63.7

预示暗杀的凶兆与卡尔普尔尼亚的梦境

本节记述了预示恺撒之死的种种凶兆异象、占卜者关于三月飞升日的警告、恺撒在前夜宴席上的言论,以及妻子卡尔普尔尼亚的噩梦与恺撒随后的犹豫动摇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63.1

ἀλλʼ ἔοικεν οὐχ οὕτως ἀπροσδόκητον ὡς ἀφύλακτον εἶναι τὸ πεπρωμένον, ἐπεὶ καὶ σημεῖα θαυμαστὰ καὶ φάσματα φανῆναι λέγουσι. σέλα μὲν οὖν οὐράνια καὶ κτύπους νύκτωρ πολλαχοῦ διαφερομένους καὶ καταίροντας εἰς ἀγορὰν ἐρήμους ὄρνιθας οὐκ ἄξιον ἴσως ἐπὶ πάθει τηλικούτῳ μνημονεῦσαι· Στράβων δὲ ὁ φιλόσοφος ἱστορεῖ πολλοὺς μὲν ἀνθρώπους διαπύρους ἐπιφερομένους φανῆναι, στρατιώτου δὲ ἀνδρὸς οἰκέτην ἐκ τῆς χειρὸς ἐκβαλεῖν πολλὴν φλόγα καὶ δοκεῖν καίεσθαι τοῖς ὁρῶσιν, ὡς δὲ ἐπαύσατο, μηδὲν ἔχειν κακὸν τὸν ἄνθρωπον· αὐτῷ δὲ Καίσαρι θύοντι τὴν καρδίαν ἀφανῆ γενέσθαι τοῦ ἱερείου καὶ δεινὸν εἶναι τὸ τέρας; οὐ γὰρ ἂν φύσει γε συστῆναι ζῷον ἀκάρδιον.

然而命运似乎并非无法预料,而是难以防备,因为人们述说了许多奇特的天兆与幻象。天空中出现的异光,夜间多处传来的轰鸣声,以及孤鸟飞落集市,对于如此重大的变故而言,或许并不值得一提;然而哲学家斯特拉波记载道,有许多浑身烈火、四处奔走的人显现出来,一名士兵的仆役手上喷出熊熊烈火,在旁观者看来似乎正在燃烧,但当火焰熄灭后,那人却毫发无损;此外,当恺撒亲自献祭时,祭牲的心脏竟不翼而飞,这是一件可怕的凶兆,因为按天性绝不可能有无心脏的动物存活。

§63.3

ἔστι δὲ καὶ ταῦτα πολλῶν ἀκοῦσαι διεξιόντων, ὥς τις αὐτῷ μάντις ἡμέρᾳ Μαρτίου μηνὸς, ἣν Εἰδοὺς Ῥωμαῖοι καλοῦσι, προείποι μέγαν φυλάττεσθαι κίνδυνον1 ἐλθούσης δὲ τῆς ἡμέρας προϊὼν ὁ Καῖσαρ εἰς τὴν σύγκλητον ἀσπασάμενος προσπαίξειε τῷ μάντει φάμενος αἱ μὲν δὴ Μάρτιαι Εἰδοὶ πάρεισιν ὁ δὲ ἡσυχῇ πρὸς αὐτόν εἴποι ναί πάρεισιν, ἀλλʼ οὐ παρεληλύθασι.

人们还可以听到许多人讲述这样的事情:有位占卜者曾警告他,要在罗马人称为“伊杜斯”的三月之日防范巨大的危险;到了那一天,恺撒前往元老院时,向占卜者打招呼并戏谑道: “三月的伊杜斯确实到了,”那占卜者却轻声对他说: “是的,已经到了,但还没有过去。”

§63.4

πρὸ μιᾶς δὲ ἡμέρας Μάρκου Λεπίδου δειπνίζοντος αὐτόν ἔτυχε μὲν ἐπιστολαῖς ὑπογράφων, ὥσπερ εἰώθει, κατακείμενος ἐμπεσόντος δὲ λόγου ποῖος ἄρα τῶν θανάτων ἄριστος, ἅπαντας φθάσας ἐξεβόησεν2 ὁ ἀπροσδόκητος.

在此前一天,马尔库斯·雷必达宴请他时,他正像往常一样斜倚着签署信件;当座中谈论到何种死亡最为理想时,他抢在所有人之前脱口喊道: “出其不意的死!”

§63.5

μετὰ ταῦτα κοιμώμενος, ὥσπερ εἰώθει, παρὰ τῇ γυναικί, πασῶν ἅμα τῶν θυρῶν τοῦ δωματίου καὶ τῶν θυρίδων ἀναπεταννυμένων, διαταραχθεὶς ἅμα τῷ κτύπῳ καὶ τῷ φωτὶ καταλαμπούσης τῆς σελήνης, ᾔσθετο τὴν Καλπουρνίαν βαθέως μὲν καθεύδουσαν, ἀσαφεῖς δὲ φωνὰς καὶ στεναγμοὺς ἀνάρθρους ἀναπέμπουσαν ἐκ τῶν ὕπνων ἐδόκει δὲ ἄρα κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις ἔχουσα κατεσφαγμένον.

此后,当他如常在妻子身边就寝时,卧室的所有门窗猛然同时大开,他被巨响和月光的照射惊醒,发觉卡尔普尔尼亚正沉沉入睡,却在梦中发出含混不清的话语和断续的呻吟;原来她梦见自己正把惨遭屠戮的他抱在怀中痛哭。

§63.6

οἱ δὲ οὔ φασι τῇ γυναικὶ ταύτην γενέσθαι τὴν ὄψιν ἀλλὰ ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳ προσκείμενον οἷόν ἐπὶ κόσμῳ καὶ σεμνότητι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον, ὡς Λίβιος ἱστορεῖ, τοῦτο ὄναρ ἡ Καλπουρνία θεασαμένη καταρρηγνύμενον ἔδοξε ποτνιᾶσθαι καὶ δακρύειν.3 ἡμέρας δʼ οὖν γενομένης ἐδεῖτο τοῦ Καίσαρος, εἰ μὲν οἷόν τε, μὴ προελθεῖν, Ἀλλʼ ἀναβαλέσθαι τὴν σύγκλητον εἰ δὲ τῶν ἐκείνης ὀνείρων ἐλάχιστα φροντίζει, σκέψασθαι διὰ μαντικῆς ἄλλης καὶ ἱερῶν περὶ τοῦ μέλλοντος.

但也有人说,那妇人所见的并非这一幻象;而是因为依照元老院的决议,恺撒的宅邸上增建了一处用作装饰与增添尊严的山形墙饰,正如李维所记述的那样,卡尔普尔尼亚梦见这装饰轰然倒塌,因而悲叹痛哭。无论如何,到了天亮,她请求恺撒,如果可能的话就不要外出,而是推迟元老院会议;若他不把她的梦境放在心上,也当借助其他占卜和祭牲来查验未来的吉凶。

§63.7

εἶχε δέ τις, ὡς ἔοικε, κἀκεῖνον ὑποψία καὶ φόβος, οὐδένα γὰρ γυναικισμὸν ἐν δεισιδαιμονίᾳ πρότερον κατεγνώκει τῆς Καλπουρνίας, τότε δὲ ἑώρα περιπαθοῦσαν, ὡς δὲ καὶ πολλὰ καταθύσαντες οἱ μάντεις ἔφρασαν αὐτῷ δυσιερεῖν, ἔγνω πέμψας Ἀντώνιον ἀφεῖναι τὴν σύγκλητον,

看来某种疑惧也笼罩了恺撒自己,因为他此前从未在卡尔普尔尼亚身上发现任何妇人式的迷信,如今却见她悲痛万分;而且当占卜者们在宰杀了众多祭牲后告诉他兆头不利时,他便决定派安东尼去解散元老院。

语法注3 条
  1. 63.3ὥς τις αὐτῷ μάντις ἡμέρᾳ Μαρτίου μηνὸς, ἣν Εἰδοὺς Ῥωμαῖοι καλοῦσι, προείποι μέγαν φυλάττεσθαι κίνδυνον

    在由 ὡς 引导的间接引语中,从属于主句动词 ἔστι... ἀκοῦσαι(引出过去的传闻),使用了间接引语希求法(optativus obliquus)προείποι(以及随后的 προσπαίξειε 和 εἴποι)。该句法标记表明叙述内容为民间广为流传的轶事传闻,而非叙述者直接确认的事实。

  2. 63.4ἅπαντας φθάσας ἐξεβόησεν

    动词 φθάνω 的不定过去时分词 φθάσας 支配宾格 ἅπαντας,并与主动词 ἐξεβόησεν 搭配使用。这是古典希腊语中表示“先于他人行动”的习惯句式(φθάνω 结构),意为“赶在所有人之前大声喊道”。

  3. 63.6ἀλλὰ ἦν γάρ τι τῇ Καίσαρος οἰκίᾳ προσκείμενον οἷόν ἐπὶ κόσμῳ καὶ σεμνότητι τῆς βουλῆς ψηφισαμένης ἀκρωτήριον, ὡς Λίβιος ἱστορεῖ, τοῦτο ὄναρ ἡ Καλπουρνία θεασαμένη καταρρηγνύμενον ἔδοξε ποτνιᾶσθαι καὶ δακρύειν.

    破格(anacoluthon)与插入句结构:在 ἀλλά 之后立即插入了由 ἦν γάρ... 引导的解释性分句(说明恺撒宅邸上有山形墙饰),随后以指示代词 τοῦτο 作为分词 θεασαμένη 的宾语恢复主线叙述。句子的核心骨架为 ἡ Καλπουρνία θεασαμένη... ἔδοξε ποτνιᾶσθαι καὶ δακρύειν(“卡尔普尔尼亚看见此物……似乎悲叹哭泣”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:63.1-63.7