- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:64.1-64.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
德基穆斯·布鲁图斯因担忧密谋败露而责难恺撒的犹豫,劝说其前往元老院并将其引出宅邸;途中一名身负重大机密的家奴受阻于人群,遂闯入宅中请求卡尔普尔尼亚庇护。
ἐν δὲ τούτῳ Δέκιμος Βροῦτος ἐπίκλησιν Ἀλβῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, ὥστε καὶ δεύτερος ὑπʼ αὐτοῦ κληρονόμος γεγράφθαι, τοῖς δὲ περὶ Βροῦτον τὸν ἕτερον καὶ Κάσσιον μετέχων τῆς συνωμοσίας, φοβηθεὶς μὴ τὴν ἡμέραν ἐκείνην διακρουσαμένου τοῦ Καίσαρος ἔκπυστος ἡ πρᾶξις γένηται, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο τοῦ Καίσαρος, ὡς αἰτίας καὶ διαβολὰς ἑαυτῷ κτωμένου1 πρὸς τὴν σύγκλητον ἐντρυφᾶσθαι δοκοῦσαν ἥκειν μὲν γὰρ αὐτὴν κελεύσαντος ἐκείνου, καὶ προθύμους εἶναι ψηφίζεσθαι πάντας ὅπως τῶν ἐκτὸς Ἰταλίας ἐπαρχιῶν βασιλεὺς ἀναγορεύοιτο καὶ φοροίη διάδημα τὴν ἄλλην ἐπιὼν γῆν καὶ θάλασσαν· εἰ δὲ φράσει τις αὐτοῖς καθεζομένοις νῦν μὲν ἀπαλλάττεσθαι, παρεῖναι δὲ αὖθις ὅταν ἐντύχῃ βελτίοσιν ὀνείροις Καλπουρνία, τίνας ἔσεσθαι λόγους παρὰ τῶν φθονούντων; ἢ τίνα τῶν φίλων ἀνέξεσθαι διδασκόντων2 ὡς οὐχὶ δουλεία ταῦτα καὶ τυραννίς ἐστιν; ἀλλʼ εἰ δοκεῖ πάντως, ἔφη, τὴν ἡμέραν ἀφοσιώσασθαι, βέλτιον αὐτὸν παρελθόντα καὶ προσαγορεύσαντα τὴν βουλὴν ὑπερθέσθαι.
在此期间,绰号阿尔比努斯的德基穆斯·布鲁图斯——他深受恺撒信任,甚至被立为第二顺位继承人,却与另一个布鲁图斯及卡西乌斯等人同谋反叛——害怕恺撒若推迟那一天,密谋便会败露,于是便嘲弄占卜者,并责怪恺撒,说他是在自招怨尤与诽谤,仿佛在戏弄元老院一般。因为元老院正是奉恺撒之命聚集的,并且所有人都急切地想要通过决议,宣布他为意大利以外各行省的国王,并允许他在视察其余陆地与海洋时佩戴王冠;“然而,若有人在议员们就座之后通知他们此刻散去,等卡尔普尔尼亚做到更好的梦时再来,嫉妒之人会说出怎样的话来?或者又有谁能够容忍朋友们强辩这并非奴役与僭政?但如果您执意认为,”他说,“应当以宗教理由回避今日,倒不如亲自前往元老院致意,然后再行延期为好。”
ταῦθʼ ἅμα λέγων ὁ Βροῦτος ἦγε τῆς χειρὸς λαβόμενος τὸν Καίσαρα, καὶ μικρὸν μὲν αὐτῷ προελθόντι τῶν θυρῶν3 οἰκέτης ἀλλότριος ἐντυχεῖν προθυμούμενος, ὡς ἡττᾶτο τοῦ περὶ ἐκεῖνον ὠθισμοῦ καὶ πλήθους, βιασάμενος εἰς τὴν οἰκίαν παρέδωκεν ἑαυτὸν τῇ Καλπουρνίᾳ, φυλάττειν κελεύσας ἄχρι ἂν ἐπανέλθῃ Καῖσαρ, ὡς ἔχων μεγάλα πράγματα κατειπεῖν πρὸς αὐτόν.
布鲁图斯一边说着这些话,一边拉着恺撒的手引他出门。当恺撒刚走出大门不远,一名外人的家奴急欲晋见他,但因无法挤过围绕恺撒的人群与推搡,便硬闯入宅中投奔卡尔普尔尼亚,要求将自己保护起来直到恺撒返回,因为他有重大机密要向恺撒告发。
- 64.2ὡς αἰτίας καὶ διαβολὰς ἑαυτῷ κτωμένου
与前文属格宾语 τοῦ Καίσαρος(受动词 καθήπτετο 支配)一致的状语分词结构。连词 ὡς 表示主观理由(此处为德基穆斯·布鲁图斯责难恺撒的说辞与论据)。
- 64.3ἢ τίνα τῶν φίλων ἀνέξεσθαι διδασκόντων
间接引语(不定式结构)中的间接疑问句。直接引语中的疑问代词主格 τίς(“谁”)在间接引语中变为宾格 τίνα,充当将来时不定式 ἀνέξεσθαι 的逻辑主语;属格 τῶν φίλων 与修饰它的属格分词 διδασκόντων 则作为动词 ἀνέχομαι 所支配的属格宾语(“容忍朋友们强辩/解释”)。
- 64.4μικρὸν μὲν αὐτῷ προελθόντι τῶν θυρῶν
受后文不定式 ἐντυχεῖν 支配的与格宾语 αὐτῷ 与修饰它的状语分词 προελθόντι 构成表示时间或情境的结构,意为“当他刚走出大门不远时”。属格 τῶν θυρῶν 为分离属格,受复合动词分词 προελθόντι 的前缀 προ- 支配。
