← 普鲁塔克

恺撒传

§62.1-62.5

众人对布鲁图斯的期望与恺撒的戒心

民众与渴望变革者寄望于受恺撒优待的布鲁图斯,并在暗中刺激其抱负;卡西乌斯亦从中极力策动,而恺撒则对面色苍白消瘦的卡西乌斯和布鲁图斯抱有戒心。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62.1

οὕτω δὴ τρέπονται πρὸς Μᾶρκον Βροῦτον οἱ πολλοί, γένος μὲν ἐκεῖθεν εἶναι δοκοῦντα πρὸς πατέρων, καὶ τὸ πρὸς μητρὸς δὲ ἀπὸ Σερουιλίων, οἰκίας ἑτέρας ἐπιφανοῦς, γαμβρὸν δὲ καί ἀδελφιδοῦν Κάτωνος. τοῦτον ἐξ ἑαυτοῦ μὲν ὁρμῆσαι πρὸς κατάλυσιν τῆς μοναρχίας ἤμβλυνον αἱ παρὰ Καίσαρος τιμαὶ καὶ χάριτες.1

于是,民众把目光转向了马尔库斯·布鲁图斯。人们认为他父系出自那位布鲁图斯,母系则出自另一个显赫的世家塞维利乌斯家族,并且他既是小加图的女婿又是他的外甥。然而,来自恺撒的尊荣与恩惠,使他自己主动起来推翻君主统治的冲动迟钝了。

§62.2

οὐ γὰρ μόνον ἐσώθη περὶ Φάρσαλον ἀπὸ τῆς Πομπηΐου φυγῆς, οὐδὲ πολλοὺς τῶν ἐπιτηδείων ἔσωσεν ἐξαιτησάμενος, ἀλλὰ καὶ πίστιν εἶχε μεγάλην παρʼ αὐτῷ. καὶ στρατηγίαν μὲν ἐν τοῖς τότε τὴν ἐπιφανεστάτην ἔλαβεν, ὑπατεύειν δὲ ἔμελλεν εἰς τέταρτον ἔτος, ἐρίσαντος Κασσίου προτιμηθείς· λέγεται γὰρ ὁ Καῖσαρ εἰπεῖν ὡς δικαιότερα μὲν λέγοι Κάσσιος, αὐτὸς μέντοι Βροῦτον οὐκ ἂν παρέλθοι.

因为他不仅在庞培溃逃后的法尔萨鲁斯一带保全了性命,不仅通过请托救下了许多友人,而且在恺撒身边极受信任。此外,他获得了当时最显要的裁判官一职,并预定在第四年担任执政官,在竞争中被置于卡西乌斯之上;据说恺撒曾说,卡西乌斯的理由虽然更为充分,但他自己却绝不能越过布鲁图斯。

§62.3

καί ποτε καί διαβαλλόντων τινῶν τὸν ἄνδρα, πραττομένης ἤδη τῆς συνωμοσίας, οὐ προσέσχεν, ἀλλὰ τοῦ σώματος τῇ χειρὶ θιγὼν ἔφη πρὸς τοὺς διαβάλλοντας Ἀναμενεῖ τοῦτο τὸ δέρμα Βροῦτος, ὡς ἄξιον μὲν ὄντα τῆς ἀρχῆς διʼ ἀρετήν, διὰ δὲ τὴν ἀρχὴν οὐκ ἂν ἀχάριστον καί πονηρὸν γενόμενον.2

有一次,阴谋已在策划之中,某些人向恺撒谗毁布鲁图斯,恺撒并未理会,而是用手摸了摸自己的身体,对谗毁者说道: “布鲁图斯会等待这具皮囊的,”意指布鲁图斯因美德而配得上统治,却绝不会为了统治权而变成负义邪恶之徒。

§62.4

οἱ δὲ τῆς μεταβολῆς ἐφιέμενοι καί πρὸς μόνον ἐκεῖνον ἢ πρῶτον ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλμων διαλέγεσθαι, νύκτωρ δὲ κατεπίμπλασαν γραμμάτων τὸ βῆμα καὶ τὸν δίφρον ἐφʼ οὗ στρατηγῶν ἐχρημάτιζεν ὧν ἦν τὰ πολλὰ τοιαῦτα· καθεύδεις, ὦ Βροῦτε, καὶ οὐκ εἶ Βροῦτος. ὑφʼ ὧν ὁ Κάσσιος αἰσθόμενος διακινούμενον ἡσυχῇ τὸ φιλότιμον αὐτοῦ, μᾶλλον ἢ πρότερον ἐνέκειτο καί παρώξυνεν, αὐτὸς ἰδίᾳ τι καί μίσους ἔχων πρὸς τὸν Καίσαρα διʼ αἰτίας ἃς ἐν τοῖς περὶ Βρούτου γεγραμμένοις δεδηλώκαμεν.

然而,那些渴望变革、仅只或首先指望于他的人,不敢与他当面交谈,却在夜间将他作为裁判官处理政务的讲坛和座椅上写满了字条。其中大多数都是诸如此类: “你在沉睡,布鲁图斯!” 以及 “你不是布鲁图斯!” 卡西乌斯察觉到布鲁图斯的雄心正被这些字条悄悄激发,便比以往更加紧迫地敦促并激励他;卡西乌斯自己出于私怨也对恺撒怀恨在心,其缘由我们在《布鲁图斯传》中已有阐明。

§62.5

εἶχε μέντοι καί διʼ ὑποψίας ὁ Καῖσαρ αὐτὸν, ὥστε καί πρὸς τοὺς φίλους εἰπεῖν ποτε· τί φαίνεται βουλόμενος ὑμῖν Κάσσιος; ἐμοὶ μὲν γὰρ οὐ λίαν ἀρέσκει λίαν ὠχρὸς ὤν. πάλιν δὲ λέγεται, περὶ Ἀντωνίου καί Δολοβέλλα διαβολῆς πρὸς αὐτὸν, ὡς νεωτερίζοιεν, ἐλθούσης, οὐ πάνυ, φάναι, τούτους δέδοικα τοὺς παχεῖς καί κομήτας, μᾶλλον δὲ τοὺς ὠχροὺς καί λεπτοὺς ἐκείνους Κάσσιον λέγων καί Βροῦτον.

不过,恺撒对他亦怀有疑心,以至于有一次对朋友们说道: “你们看卡西乌斯想要什么?就我而言,我并不太喜欢他,他脸色过于苍白。” 又据说,当有人向他进谗告发安东尼和多拉贝拉意欲谋反时,他说: “我并不太害怕这些肥胖多发之徒,倒是更怕那些苍白消瘦之辈,”所指的正是卡西乌斯和布鲁图斯。

语法注2 条
  1. 62.1τοῦτον ἐξ ἑαυτοῦ μὲν ὁρμῆσαι πρὸς κατάλυσιν τῆς μοναρχίας ἤμβλυνον αἱ παρὰ Καίσαρος τιμαὶ καὶ χάριτες

    句子的主语是末尾的 αἱ παρὰ Καίσαρος τιμαὶ καὶ χάριτες(来自恺撒的尊荣与恩惠),主要动词是 ἤμβλυνον(使……迟钝/削弱),宾语是 τοῦτον(布鲁图斯)。不定式短语 ἐξ ἑαυτοῦ μὲν ὁρμῆσαι πρὸς κατάλυσιν τῆς μοναρχίας 充当 ἤμβλυνον 的补充成分,表示阻碍其“出于自身冲动起来推翻君主制”。

  2. 62.3ὡς ἄξιον μὲν ὄντα τῆς ἀρχῆς διʼ ἀρετήν, διὰ δὲ τὴν ἀρχὴν οὐκ ἂν ἀχάριστον καί πονηρὸν γενόμενον

    由 ὡς 引导的宾格分词短语(ἄξιον ὄντα 与 οὐκ ἂν ... γενόμενον),用以阐释恺撒说出“布鲁图斯会等待这具皮囊”时的内心主观认知与判断,逻辑上修饰布鲁图斯。其中的 οὐκ ἂν ... γενόμενον 为 ἄν 搭配分词构成的潜势/非实在表达,意为“(即使)为了统治权,他也绝不会变成忘恩负义与邪恶之徒”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:62.1-62.5