← 普鲁塔克

恺撒传

§61.1-61.5

牧神节献王冠与惩处保民官

在卢佩卡尔节上,安东尼向恺撒进献王冠,恺撒根据民众反应予以拒绝,随后惩处了摘除其雕像上王冠的保民官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§61.1

ἐπιγίνεται τούτοις τοῖς προσκρούσμασιν ὁ τῶν δημάρχων προπηλακισμός. ἦν μὲν γὰρ ἡ τῶν Λουπερκαλίων ἑορτή, περὶ ἧς πολλοὶ γράφουσιν ὡς ποιμένων τὸ παλαιὸν εἴη, καί τι καί προσήκει τοῖς Ἀρκαδικοῖς Λυκαίοις.

在这些抵触之上,又发生了对保民官的侮辱。当时正值卢佩卡尔节,关于此节日,许多人记载说它在古时是牧人的节日,并且与阿卡迪亚的吕凯亚节有某种渊源。

§61.2

τῶν δʼ εὐγενῶν νεανίσκων καί ἀρχόντων πολλοὶ διαθέουσιν ἀνὰ τὴν πόλιν γυμνοί, σκύτεσι λασίοις τοὺς ἐμποδὼν ἐπὶ παιδιᾷ καί γέλωτι παίοντες πολλαὶ δὲ καί τῶν ἐν τέλει γυναικῶν ἐπίτηδες ὑπαντῶσαι παρέχουσιν ὥσπερ ἐν διδασκάλου1 τὼ χεῖρε ταῖς πληγαῖς, πεπεισμέναι πρὸς εὐτοκίαν κυούσαις, ἀγόνοις δὲ πρὸς κύησιν ἀγαθὸν εἶναι.

许多贵族青年和官员赤身穿过全城奔跑,出于嬉戏和欢笑,用带毛的皮条抽打路上遇到的人;甚至有许多显贵人家的妇女故意迎上前去,如同在学堂里一般把双手伸出任其抽打,深信这对孕妇顺产、对不育者受孕皆有裨益。

§61.3

ταῦτα Καῖσαρ ἐθεᾶτο καθήμενος ἐπὶ τῶν ἐμβόλων ἐπὶ δίφρου χρυσοῦ, θριαμβικῷ κόσμῳ κεκοσμημένος. Ἀντώνιος δὲ τῶν θεόντων τὸν ἱερὸν δρόμον εἷς ἦν καί γὰρ ὑπάτευεν. ὡς οὖν εἰς τὴν ἀγορὰν ἐνέβαλε καί τὸ πλῆθος αὐτῷ διέστη, φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον ὤρεξε τῷ Καίσαρι καί γίνεται κρότος οὐ λαμπρός, ἀλλʼ ὀλίγος ἐκ παρασκευῆς.

恺撒身着凯旋盛装,坐在演讲台上的黄金座椅上观看这番景象。安东尼便是参加这一神圣奔跑的人之一,因为他当时正担任执政官。因此,当他冲入广场、众人为他让出道路时,他手持一顶缠绕在月桂冠上的王冠献给恺撒;于是响起了一阵掌声,并不响亮,而是预先安排好的稀落掌声。

§61.4

ἀπωσαμένου δὲ τοῦ Καίσαρος ἅπας ὁ δῆμος ἀνεκρότησεν αὖθις δὲ προσφέροντος ὀλίγοι, καί μὴ δεξαμένου πάλιν ἅπαντες, οὕτω δὲ τῆς πείρας ἐξελεγχομένης Καῖσαρ μὲν ἀνίσταται, τὸν στέφανον εἰς τὸ Καπιτώλιον ἀπενεχθῆναι κελεύσας, ὤφθησαν δὲ ἀνδριάντες αὐτοῦ διαδήμασιν ἀναδεδεμένοι βασιλικοῖς. καί τῶν δημάρχων δύο, Φλάουϊος καί Μάρυλλος, ἐπελθόντες ἀπέσπασαν, καί τοὺς ἀσπασαμένους βασιλέα τὸν Καίσαρα πρώτους ἐξευρόντες ἀπῆγον εἰς τὸ δεσμωτήριον.

当恺撒推开它时,全体民众便欢呼鼓掌;当安东尼再次献上时,只有少数人鼓掌;而当恺撒再度拒绝时,所有人又都鼓起掌来。在这次试探如此显露出失败之后,恺撒便站起身来,下令将那顶冠环送到卡比托利欧山去;然而人们发现他的雕像已被系上了王室的王冠。保民官中的两位,弗拉维乌斯和马鲁卢斯,上前扯下了王冠,并搜出那些首先尊恺撒为王的人,将他们押送至监狱。

§61.5

ὁ δὲ δῆμος εἵπετο κροτῶν, καί Βρούτους ἀπεκάλει τοὺς ἄνδρας, ὅτι Βροῦτος ἦν ὁ καταλύσας τὴν τῶν βασιλέων διαδοχὴν καί τὸ κράτος εἰς βουλὴν καί δῆμον ἐκ μοναρχίας καταστήσας. ἐπὶ τούτῳ Καῖσαρ παροξυνθείς τὴν μὲν ἀρχὴν ἀφείλετο τῶν περὶ τὸν Μάρυλλον,2 ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν ἅμα καὶ τὸν δῆμον ἐφυβρίζων πολλάκις Βρούτους τε καὶ Κυμαίους ἀπεκάλει τοὺς ἄνδρας.

民众鼓掌跟随其后,并称这两个人为布鲁图斯,因为正是布鲁图斯终结了列王的传承,将权力从君主制转归元老院和民众。恺撒对此大为恼火,剥夺了马鲁卢斯等人的官职,在控诉他们时,他同时也在侮辱民众,屡次称这些人既是“布鲁图斯”又是“屈墨人”。

语法注2 条
  1. 61.2ὥσπερ ἐν διδασκάλου

    属格 διδασκάλου(教师)之后省略了名词 οἴκῳ(家中、学堂)的惯用表达,意为“正如在老师的学堂里一样”。以此比喻学童在受罚时向教师伸出双手的姿态。

  2. 61.5τῶν περὶ τὸν Μάρυλλον

    οἱ περί τινα 结构,字面意为“马鲁卢斯周围的人”,在此用作古典希腊语常见表达,指马鲁卢斯本人及其同僚(保民官弗拉维乌斯)这一被革职的官员小团体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:61.1-61.5