- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:60.1-60.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
随着凯撒对王位的觊觎引发致命仇恨,叙述了他在从阿尔巴返回时对王号的推脱,以及因拒绝向元老院代表团起身致意而招致众人极大愤慨的事件。
τὸ δὲ ἐμφανὲς μάλιστα μῖσος καὶ θανατηφόρον ἐπʼ αὐτὸν ὁ τῆς βασιλείας ἔρως ἐξειργάσατο, τοῖς μὲν πολλοῖς αἰτία πρώτη, τοῖς δὲ ὑπούλοις πάλαι πρόφασις εὐπρεπεστάτη γενομένη, καίτοι καὶ λόγον τινὰ κατέσπειραν εἰς τὸν δῆμον οἱ ταύτην Καίσαρι τὴν τιμὴν προξενοῦντες, ὡς ἐκ γραμμάτων Σιβυλλείων ἁλώσιμα τὰ Πάρθων φαίνοιτο Ῥωμαίοις σὺν βασιλεῖ στρατευομένοις ἐπʼ αὐτούς, ἄλλως ἀνέφικτα ὄντα· καὶ καταβαίνοντος ἐξ Ἄλβης Καίσαρος εἰς τὴν πόλιν ἐτόλμησαν αὐτὸν ἀσπάσασθαι βασιλέα, τοῦ δὲ δήμου διαταραχθέντος ἀχθεσθεὶς ἐκεῖνος οὐκ ἔφη βασιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι·1 καὶ γενομένης πρὸς τοῦτο πάντων σιωπῆς οὐ πάνυ φαιδρὸς οὐδʼ εὐμενὴς παρῆλθεν.
然而,招致对他最明显且致命的仇恨的,是他对王位的渴望;这对于大多数人而言成了首要原因,而对于那些久藏奸险之人则成了最冠冕堂皇的借口。尽管如此,那些试图为恺撒谋取这一尊号的人甚至在民众中散布这样一种说法:根据西比拉预言书,罗马人若在国王统领下进军,帕提亚人便可被征服,否则便无法企及;当恺撒从阿尔巴进城时,他们竟敢向他致敬尊他为王,但民众陷入动荡,他心生不悦,便说自己不叫国王,而叫恺撒;众人闻言皆陷入沉默,他神色全然不快且不甚和善地走了过去。
ἐν δὲ συγκλήτῳ τιμάς τινας ὑπερφυεῖς αὐτῷ ψηφισαμένων2 ἔτυχε μὲν ὑπὲρ τῶν ἐμβόλων καθεζόμενος, προσιόντων δὲ τῶν ὑπάτων καὶ τῶν στρατηγῶν, ἅμα δὲ καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, οὐχ ὑπεξαναστάς, ἀλλʼ ὥσπερ ἰδιώταις τισὶ χρηματίζων, ἀπεκρίνατο συστολῆς μᾶλλον ἢ προσθέσεως τὰς τιμάς δεῖσθαι. καὶ τοῦτο οὐ μόνον ἠνίασε τὴν βουλήν, ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ τῆς πόλεως προπηλακιζομένης, καὶ μετὰ δεινῆς κατηφείας ἀπῆλθον εὐθὺς οἷς ἐξῆν μὴ παραμένειν, ὥστε κἀκεῖνον ἐννοήσαντα παραχρῆμα μὲν οἴκαδε τραπέσθαι καὶ βοᾶν πρὸς τοὺς φίλους, ἀπαγαγόντα τοῦ τραχήλου τὸ ἱμάτιον, ὡς ἕτοιμος εἴη τῷ βουλομένῳ τὴν σφαγὴν παρέχειν, ὕστερον δὲ προφασίζεσθαι τὴν νόσον3 οὐ γὰρ ἐθέλειν τὴν αἴσθησιν ἀτρεμεῖν τῶν οὕτως ἐχόντων, ὅταν ἱστάμενοι διαλέγωνται πρὸς ὄχλον, ἀλλὰ σειομένην ταχὺ καὶ περιφερομένην ἰλίγγους ἐπισπᾶσθαι καὶ καταλαμβάνεσθαι.
又当元老院投票授予他某些极不寻常的荣誉时,他正巧坐在演讲台上方;而当执政官和大法官们走近,全体元老亦随之同行时,他并未起身相迎,反倒仿佛在接见普通平民一般,回答说这些荣誉更需要缩减而非增加。这不仅激怒了元老院,也激怒了民众,仿佛在元老院中城邦本身受到了侮辱一般,那些可以不留在当场的人带着极度的沮丧立刻离去了,以致他也意识到了这一点,随即返回家中,将外袍从颈项处拉开,对朋友们高声喊道,他随时准备向任何愿意的人献出自己的咽喉;然而后来他却以疾病为托辞,声称患有此类病症者在站立面对人群讲话时,感知不肯保持镇定,反而很快震颤旋转,引致眩晕并被压倒。
τὸ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ βουλόμενον αὐτὸν ὑπεξαναστῆναι τῇ βουλῇ λέγουσιν ὑπό του τῶν φίλων, μᾶλλον δὲ κολάκων, Κορνηλίου Βάλβου, κατασχεθῆναι φήσαντος οὐ μεμνήσῃ Καῖσαρ ὤν, οὐδὲ ἀξιώσεις ὡς κρείττονα θεραπεύεσθαι σεαυτόν; λαμπρῶς, ὦ
但事实并非如此,据说他自己原本极为愿意向元老院起身致意,却被其友人——或者更确切地说是谄媚者——之一的科尔内利乌斯·巴尔布斯制止,后者说道: “难道你忘了自己是恺撒,难道你不想要求自己作为尊长而受人尊奉吗?” 灿烂地,噢
- 60.2οὐκ ἔφη βασιλεύς, ἀλλὰ Καῖσαρ καλεῖσθαι
因 ἔφη 的主语与不定式 καλεῖσθαι 的逻辑主语同为恺撒,故表语名词 βασιλεύς 与 Καῖσαρ 采用主格形式(即主格不定式结构 nominativus cum infinitivo)。此句同时呼应了拉丁语中家族姓氏 Rex 与普通名词 rex(国王)之间的双关语。
- 60.3ἐν δὲ συγκλήτῳ τιμάς τινας ὑπερφυεῖς αὐτῷ ψηφισαμένων
此处为独立属格结构,复数属格分词 ψηφισαμένων 的逻辑主语(元老们)并未直接显现,而是由前面的介词短语 ἐν δὲ συγκλήτῳ(在元老院中)隐含指出,需要根据上下文补充理解。
- 60.4ὥστε κἀκεῖνον ἐννοήσαντα παραχρῆμα μὲν οἴκαδε τραπέσθαι καὶ βοᾶν πρὸς τοὺς φίλους, ἀπαγαγόντα τοῦ τραχήλου τὸ ἱμάτιον, ὡς ἕτοιμος εἴη τῷ βουλομένῳ τὴν σφαγὴν παρέχειν, ὕστερον δὲ προφασίζεσθαι τὴν νόσον
由 ὥστε 引导的结果从句整体采用“对格加不定式”结构:对格主语 κἀκεῖνον 分别被对格分词 ἐννοήσαντα 与 ἀπαγαγόντα 修饰;以 μὲν ... δὲ 形成对照的主要动词为不定式 τραπέσθαι, βοᾶν 以及 προφασίζεσθαι。此外,间接引语中的 ὡς ἕτοιμος εἴη 因主句为过去时态而采用间接引语祈愿法。
