- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:59.1-59.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒与顶尖学者合作整饬罗马历法以解决长期的时间偏差,但这项天文学改革即便成效显著,仍招致了西塞罗等人的不满与讥讽。
ἡ δὲ τοῦ ἡμερολογίου διάθεσις καὶ διόρθωσις τῆς περὶ τὸν χρόνον ἀνωμαλίας φιλοσοφηθεῖσα χαριέντως ὑπʼ αὐτοῦ καὶ τέλος λαβοῦσα γλαφυρωτάτην παρέσχε χρείαν. οὐ γὰρ μόνον ἐν τοῖς παλαιοῖς πάνυ χρόνοις τεταραγμέναις ἐχρῶντο Ῥωμαῖοι ταῖς τῶν μηνῶν πρὸς τὸν ἐνιαυτὸν περιόδοις, ὥστε τὰς θυσίας καὶ τὰς ἑορτὰς ὑποφερομένας κατὰ μικρὸν εἰς ἐναντίας ἐκπεπτωκέναι τοῖς χρόνοις ὥρας, ἀλλὰ καὶ περὶ τὴν τότε οὖσαν ἡλιακὴν1 οἱ μὲν ἄλλοι παντάπασι τούτων ἀσυλλογίστως εἶχον, οἱ δὲ ἱερεῖς μόνοι τὸν καιρὸν εἰδότες ἐξαίφνης καὶ προῃσθημένου μηδενὸς2 τὸν ἐμβόλιμον προσέγραφον μῆνα, Μερκηδόνιον ὀνομάζοντες, ὃν Νομᾶς ὁ βασιλεὺς πρῶτος ἐμβαλεῖν λέγεται, μικρὰν καὶ διατείνουσαν οὐ πόρρω βοήθειαν ἐξευρὼν τῆς περὶ τὰς ἀποκαταστάσεις πλημμελείας, ὡς ἐν τοῖς περὶ ἐκείνου γέγραπται.
另一方面,历法的整饬以及对时间偏差的纠正,经他精妙构思并最终完成,提供了极具价值的便利。因为不仅在极其古老的时代,罗马人所使用的月份周期相对于回归年处于混乱之中,以致祭祀与节日逐渐偏离,落入与原定时令完全相反的季节;而且即便在当时的太阳年体制下,其他人对这些事情也全然缺乏推算,唯独祭司们知晓时机,在没有任何人预先察觉的情况下突然插入闰月,称之为梅尔凯多纽斯月。相传努马王最早引入此月,他针对周期复位中的偏差找到了一种微小且无法延及久远的补救办法,正如在关于他的记载中所写的那样。
Καῖσαρ δὲ τοῖς ἀρίστοις τῶν φιλοσόφων καὶ μαθηματικῶν τὸ πρόβλημα προθείς ἐκ τῶν ὑποκειμένων ἤδη μεθόδων ἔμιξεν ἰδίαν τινὰ καὶ διηκριβωμένην μᾶλλον ἐπανόρθωσιν, ᾗ χρώμενοι μέχρι νῦν Ῥωμαῖοι δοκοῦσιν ἧττον ἑτέρων σφάλλεσθαι περὶ τὴν ἀνωμαλίαν. οὐ μὴν ἀλλὰ καὶ τοῦτο τοῖς βασκαίνουσι καὶ βαρυνομένοις τὴν δύναμιν αἰτίας παρεῖχε. Κικέρων γοῦν ὁ ῥήτωρ, ὡς ἔοικε, φήσαντός τινος αὔριον ἐπιτέλλειν Λύραν, ναὶ, εἶπεν, ἐκ διατάγματος. ὡς καὶ τοῦτο πρὸς ἀνάγκην τῶν ἀνθρώπων δεχομένων.3
然而恺撒将这一难题交付给哲学家与数学家中最优秀的人士,在既有方法的基础上融合出一种独特且更为精密的订正方案;罗马人沿用至今,在时间偏差方面似乎比其他民族失误更少。尽管如此,就连这件事也给那些嫉妒并对其权势感到不堪重负的人提供了指责的口实。据说,当有人说“明日天琴座将升起”时,演说家西塞罗便说: “是啊,”他说,“根据法令。” 仿佛人们连这等事情也是被迫遵从的一般。
- 59.2περὶ τὴν τότε οὖσαν ἡλιακὴν
阴性单数宾格形容词 ἡλιακήν 之后省略了其所修饰的阴性名词(如 περίοδον“周期”或 διάθεσιν“编制/历法”),指当时所实行的、尚不完善的太阳年或太阳历体系。
- 59.2προῃσθημένου μηδενὸς
由完成时分词 προῃσθημένου 与代词 μηδενός 构成的属格独立结构。μηδενός 既可视为中性(“在毫无预先觉察的情况下”),亦可视为阳性指人(“在没有任何人预先察觉的情况下”);鉴于上下文强调祭司独揽秘密而民众一无所知,取阳性指人更为贴切。
- 59.3ὡς καὶ τοῦτο πρὸς ἀνάγκην τῶν ἀνθρώπων δεχομένων
由连词 ὡς 引导的属格独立结构(τῶν ἀνθρώπων δεχομένων)。ὡς 表明主观认定或讽刺性的托词(“仿佛人们连这等事也是在强迫之下接受的一般”),用于解释西塞罗讽刺性答话背后的言外之意。
