← 普鲁塔克

恺撒传

§5.1-5.5

葬礼悼词与慷慨散财赢取民心

恺撒因受民众拥戴当选军团护民官,并在姑母尤莉娅和年轻妻子的葬礼上打破常规致悼词,展示马略画像以大获人心。在伊比利亚担任财务官并再婚后,他挥霍巨资举办公共工程与盛大盛会,促使民众争相为他谋求新的官职与荣誉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

τοῦ δὲ δήμου πρώτην μὲν ἀπόδειξιν τῆς πρὸς αὐτόν εὐνοίας ἔλαβεν ὅτε πρὸς Γάϊον Ποπίλιον ἐρίσας ὑπὲρ χιλιαρχίας πρότερος ἀνηγορεύθη δευτέραν δὲ καὶ καταφανεστέραν ὅτε, τῆς Μαρίου γυναικὸς Ἰουλίας ἀποθανούσης, ἀδελφιδοῦς ὢν αὐτῆς ἐγκώμιόν τε λαμπρὸν ἐν ἀγορᾷ διῆλθε, καὶ περὶ τὴν ἐκφορὰν ἐτόλμησεν εἰκόνας Μαρίου προθέσθαι, τότε πρῶτον ὀφθείσας μετὰ τὴν ἐπὶ Σύλλα πολιτείαν, πολεμίων τῶν ἀνδρῶν κριθέντων.1

民众向他表达好意的最初明证,是他与盖乌斯·波皮利乌斯竞争军团护民官一职并率先当选之时;而第二个也是更为显著的明证,是在马略的妻子尤莉娅去世时,作为其侄子的恺撒在广场上宣读了一篇极为精彩的悼词,并在出殡时大胆展示了马略的画像——自苏拉当政的体制以来,由于那些人已被定为公敌,马略的画像还是头一次重见天日。

§5.2

ἐπὶ τούτῳ γὰρ ἐνίων καταβοησάντων τοῦ Καίσαρος ὁ δῆμος ἀντήχησε λαμπρῶς, δεξάμενος κρότῳ καὶ θαυμάσας ὥσπερ ἐξ Ἅιδου διὰ χρόνων πολλῶν ἀνάγοντα τὰς Μαρίου τιμὰς εἰς τὴν πόλιν. τὸ μὲν οὖν ἐπὶ γυναιξὶ πρεσβυτέραις λόγους ἐπιταφίους διεξιέναι πάτριον ἦν Ῥωμαίοις, νέαις δὲ οὐκ ὂν ἐν ἔθει πρῶτος εἶπε Καῖσαρ ἐπὶ τῆς ἑαυτοῦ γυναικὸς ἀποθανούσης· καὶ τοῦτο ἤνεγκεν αὐτῷ χάριν τινα καὶ συνεδημαγώγησε τῷ πάθει τοὺς πολλοὺς ὡς ἥμερον ἄνδρα καὶ περίμεστον ἤθους ἀγαπᾶν.2

因为当某些人为此大声斥责恺撒时,民众却报以热烈的呼应,用掌声欢迎他,赞赏他历经多年之后,宛如从冥府将马略的荣光重新带回了城邦。为年长妇女宣读悼词本是罗马人的祖传习俗,但为年轻女子致悼词却并非旧例,恺撒在自己的妻子去世时开创了此风;这也为他赢得了某种好感,并借这种深情打动了大众,使他们爱戴他,视其为一个温和且充满人情味的人。

§5.3

θάψας δὲ3 τὴν γυναῖκα ταμίας εἰς Ἰβηρίαν ἑνὶ τῶν στρατηγῶν Βέτερι συνεξῆλθεν, ὃν αὐτόν τε τιμῶν ἀεὶ διετέλεσε καὶ τὸν υἱὸν πάλιν αὐτὸς ἄρχων ταμίαν ἐποίησε. γενόμενος δὲ ἀπὸ τῆς ἀρχῆς ἐκείνης4 τρίτην ἠγάγετο γυναῖκα Πομπηΐαν, ἔχων ἐκ Κορνηλίας θυγατέρα τὴν ὕστερον Πομπηΐῳ Μάγνῳ γαμηθεῖσαν.

安葬了妻子之后,他作为财务官随同行政长官之一的维图斯前往伊比利亚。恺撒终其一生都始终礼遇此人,后来自己掌权时,又任命维图斯的儿子担任财务官。卸任归来后,他迎娶了第三任妻子庞培娅;他与科尔内莉亚育有一女,此女后来嫁给了伟大的庞培。

§5.4

χρώμενος δὲ ταῖς δαπάναις ἀφειδῶς, καὶ δοκῶν μὲν ἐφήμερον καὶ βραχεῖαν ἀντικαταλλάττεσθαι μεγάλων ἀναλωμάτων δόξαν, ὠνούμενος δὲ ταῖς ἀληθείαις τὰ μέγιστα μικρῶν, λέγεται πρὶν εἰς ἀρχήν τινα καθίστασθαι χιλίων καὶ τριακοσίων γενέσθαι χρεωφειλέτης ταλάντων.

他挥金如土,表面看来似乎是用巨大的耗费去换取短暂且易逝的虚名,但实际上却是以微小的代价购得最重大的利益;据说他在就任任何公职之前,就已经负债达一千三百塔兰同之巨。

§5.5

ἐπεὶ δὲ τοῦτο μὲν ὁδοῦ τῆς Ἀππίας ἀποδειχθεὶς ἐπιμελητὴς πάμπολλα χρήματα προσανάλωσε τῶν ἑαυτοῦ, τοῦτο δὲ ἀγορανομῶν ζεύγη μονομάχων τριακόσια καὶ εἴκοσι παρέσχε καὶ ταῖς ἄλλαις περί θέατρα καὶ πομπὰς καὶ δεῖπνα χορηγίαις καὶ πολυτελείαις τὰς πρὸ αὐτοῦ κατέκλυσε φιλοτιμίας, οὕτω διέθηκε τὸν δῆμον ὡς καινὰς μὲν ἀρχάς καινὰς δὲ τιμὰς ζητεῖν ἕκαστον, αἷς αὐτόν ἀμείψαιντο.

后来,他一方面被任命为阿庇亚大道的监理官,从自己的私产中追加了大量钱财;另一方面在担任市政官时,提供了三百二十对角斗士,并且在剧场、仪仗队伍和宴饮方面的其他承办和奢华排场上,完全盖过了前人的慷慨夸耀,他使民众处于这样的状态,以致每个人都在寻求新的官职和新的荣誉来报答他。

语法注4 条
  1. 5.1πολεμίων τῶν ἀνδρῶν κριθέντων

    由名词短语与分词构成的独立属格结构。τῶν ἀνδρῶν 指马略及其党羽,交代了自苏拉掌权体制确立以来,他们被正式宣判为公敌(国家之敌)的历史背景与原因。

  2. 5.2συνεδημαγώγησε τῷ πάθει τοὺς πολλοὺς ὡς ἥμερον ἄνδρα καὶ περίμεστον ἤθους ἀγαπᾶν

    动词 συνεδημαγώγησε(以情感拉拢/吸引民众)以 τοὺς πολλοὺς 为直接宾语,后接 ὡς 搭配不定式 ἀγαπᾶν 表结果(“以致他们爱戴……”)。ἥμερον ἄνδρα καὶ περίμεστον ἤθους 则是作不定式未明示宾语(即恺撒)的宾格补足语。

  3. 5.2τοῦτο μὲν ... τοῦτο δὲ

    中性单数宾格指示代词的副词性用法,构成相关句式 τοῦτο μέν ... τοῦτο δέ(“一方面……另一方面……”),并列引出他在修造阿庇亚大道和担任市政官承办角斗表演这两方面的巨额花费。

  4. 5.3γενόμενος δὲ ἀπὸ τῆς ἀρχῆς ἐκείνης

    介词短语 ἀπό τινος 与 γίγνομαι 连用,构成表示“任期届满”或“从……官职卸任”的习语,此处指他结束在伊比利亚担任财务官的任期。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:5.1-5.5