- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:58.1-58.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒通过分配官职笼络显贵,因任命仅任期一天的执政官而遭西塞罗讥刺;其未竟的野心促使他谋划征伐帕提亚并环游世界的远征,同时着手筹备开凿地峡、改道河流、排水拓荒及扩建海港等宏大工程。
τῶν δὲ δυνατῶν τοῖς μὲν ὑπατείας καὶ στρατηγίας εἰς τοὐπιὸν ἐπηγγέλλετο, τοὺς δʼ ἄλλαις τισὶν ἐξουσίαις καὶ τιμαῖς παρεμυθεῖτο, πᾶσι δὲ ἐλπίζειν ἐνεδίδου, μνηστευόμενος ἄρχειν ἑκόντων, ὡς καὶ Μαξίμου τοῦ ὑπάτου τελευτήσαντος εἰς τὴν περιοῦσαν ἔτι τῆς ἀρχῆς μίαν ἡμέραν ὕπατον ἀποδεῖξαι Κανίνιον Ῥεβίλιον.1 πρὸς ὅν, ὡς ἔοικε, πολλῶν δεξιώσασθαι καὶ προπέμψαι βαδιζόντων ὁ Κικέρων, σπεύδωμεν, ἔφη, πρὶν φθάσῃ τῆς ὑπατείας ἐξελθὼν ὁ ἄνθρωπος.2
另一方面,对于有势力的人,他向其中一些人许诺未来的执政官与裁判官职位,用其他职权与名誉抚慰另一些人,使所有人都抱有希望,意图统治心甘情愿服从的人;以致在执政官马克西穆斯去世时,他竟然为了该任期所剩的仅仅一天,任命卡尼尼乌斯·勒比卢斯为执政官。据说,当许多人赶去向他致贺并随行护送时,西塞罗说道: “我们赶快吧,免得这人已经离任执政官了。”
ἐπεὶ δὲ τὸ φύσει μεγαλουργὸν αὑτοῦ καὶ φιλότιμον αἱ πολλαὶ κατορθώσεις οὐ πρὸς ἀπόλαυσιν ἔτρεπον τῶν πεπονημένων, ἀλλʼ ὑπέκκαυμα καὶ θάρσος οὖσαι πρὸς τὰ μέλλοντα μειζόνων ἐνέτικτον ἐπινοίας πραγμάτων καὶ καινῆς ἔρωτα δόξης ὡς ἀποκεχρημένῳ τῇ παρούσῃ,3 τὸ μὲν πάθος οὐδὲν ἦν ἕτερον ἢ ζῆλος αὑτοῦ καθάπερ ἄλλου καὶ φιλονεικία τις ὑπὲρ τῶν μελλόντων πρὸς τὰ πεπραγμένα, παρασκευὴ δὲ καὶ γνώμη στρατεύειν μὲν ἐπὶ Πάρθους, καταστρεψαμένῳ δὲ τούτους, καὶ διʼ Ὑρκανίας παρὰ τὴν Κασπίαν θάλασσαν καὶ τόν Καύκασον ἐκπεριελθόντι τόν Πόντον, εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν, καὶ τὰ περίχωρα Γερμανοῖς καὶ Γερμανίαν αὐτὴν ἐπιδραμόντι διὰ Κελτῶν ἐπανελθεῖν εἰς Ἰταλίαν, καὶ συνάψαι τόν κύκλον τοῦτον τῆς ἡγεμονίας τῷ πανταχόθεν Ὠκεανῷ περιορισθείσης.
然而,众多的功业并未使他那天生崇尚伟业与功名的气度转向坐享既成的辛劳,反倒成了面向未来的燃料与胆魄,孕育出更宏大事业的构想以及对新荣光的渴望,仿佛眼前的荣名已消耗殆尽。这种激情无异于将自己视作他人一般的竞争,是未来之事与既成之功之间的一场角逐。他的准备与谋划是:首先出兵征伐帕提亚人;在征服他们之后,穿过希尔卡尼亚,沿着里海与高加索绕过黑海,攻入斯基泰地区;接着横扫与日耳曼相接的邻近地域及日耳曼本土,经由凯尔特人之地返回意大利,从而使这个在四面皆以大洋为界的帝国之环连成一体。
διὰ μέσου δὲ τῆς στρατείας4 τόν τε Κορίνθιον Ἰσθμὸν ἐπεχείρει διασκάπτειν, Ἀνιηνὸν ἐπὶ τούτῳ προχειρισάμενος, καὶ τόν Τίβεριν εὐθὺς ἀπὸ τῆς πόλεως ὑπολαβὼν διώρυχι βαθείᾳ καὶ περικλάσας ἐπὶ τὸ Κιρκαῖον ἐμβαλεῖν εἰς τὴν πρὸς Ταρρακίνῃ θάλατταν, ἀσφάλειαν ἅμα καὶ ῥᾳστώνην τοῖς διʼ ἐμπορίας φοιτῶσιν εἰς Ῥώμην μηχανώμενος· πρὸς δὲ τούτοις τὰ μὲν ἕλη τὰ περὶ Πωμεντῖνον καὶ Σητίαν ἐκτρέψας πεδίον ἀποδεῖξαι πολλαῖς ἐνεργὸν ἀνθρώπων μυριάσι, τῇ δὲ ἔγγιστα τῆς Ῥώμης θαλάσσῃ κλεῖθρα διὰ χωμάτων ἐπαγαγών, καὶ τὰ τυφλὰ καὶ δύσορμα τῆς Ὠστιανῆς ἠϊόνος ἀνακαθηράμενος, λιμένας ἐμποιήσασθαι καὶ ναύλοχα πρὸς τοσαύτην ἀξιόπιστα ναυτιλίαν. καὶ ταῦτα μὲν ἐν παρασκευαῖς ἦν.
而在筹划远征的同时,他试图凿通科林斯地峡,指派阿尼埃努斯负责此事;并且打算将台伯河自城下直接引入一条深水运河,向着奇尔切奥弯转,注入靠近塔拉齐纳的海中,为因贸易而往来罗马的人们兼顾安全与便利;除此以外,他还要排干波门蒂努姆与塞提亚一带的沼泽,使其化作可供数万人开垦的平原;在最邻近罗马的海面上修筑堤坝作为防波屏障,清理奥斯提亚海岸隐伏的暗礁与难以停泊之处,建造足以应对如此庞大航运的港口与锚地。这些工程当时皆已在筹备之中。
- 58.1ὡς καὶ Μαξίμου τοῦ ὑπάτου τελευτήσαντος εἰς τὴν περιοῦσαν ἔτι τῆς ἀρχῆς μίαν ἡμέραν ὕπατον ἀποδεῖξαι Κανίνιον Ῥεβίλιον
连词 ὡς 在此如同 ὥστε 引出表示结果或程度的从句,搭配不定式 ἀποδεῖξαι,意为“以至于……”。中间插入的 Μαξίμου ... τελευτήσαντος 为表示时间或原因的属格独立结构,介词短语 εἰς τὴν ... μίαν ἡμέραν 则表示职位所设定的时间期限。
- 58.1πρὶν φθάσῃ τῆς ὑπατείας ἐξελθὼν ὁ ἄνθρωπος
动词 φθάνω(不定过去时虚拟式 φθάσῃ)在此与补充性分词 ἐξελθών 构成习语结构,意为“先于……做出”(“在此人离任执政官之前”)。由于主句为劝勉虚拟式(σπεύδωμεν),πρίν 引导的时间状语从句相应地接虚拟式。
- 58.2ὡς ἀποκεχρημένῳ τῇ παρούσῃ
助词 ὡς 与阳性单数与格完成时分词 ἀποκεχρημένῳ 结合,表示凯撒主观上的心理状态或态度(“仿佛他已把眼前的荣名消耗殆尽”)。采用与格形式是由于其逻辑主语指向作为心理主体的凯撒本人(关涉与格)。
- 58.4διὰ μέσου δὲ τῆς στρατείας
该短语字面上可指空间上的“在远征途中”,但在语境中后文所述工程(科林斯、台伯河运河)皆是在出发前同时规划准备的,因此在句法与语境上应理解为时间/情境上的“在筹备远征期间/与此同时”。
