← 普鲁塔克

恺撒传

§57.1-57.5

终身独裁官的任命与凯撒的宽仁之策

凯撒被任命为终身独裁官,过度的名誉使他招致怨恨,但他推行宽仁政策起用昔日政敌,拒绝护卫,并以恩惠安抚民众与军人并重建殖民地。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§57.1

οὐ μὴν ἀλλὰ καὶ πρὸς τὴν τύχην τοῦ ἀνδρὸς ἐγκεκλικότες καὶ δεδεγμένοι τὸν χαλινόν, καὶ τῶν ἐμφυλίων πολέμων καὶ κακῶν ἀναπνοὴν ἡγούμενοι τὴν μοναρχίαν, δικτάτορα μὲν αὐτόν ἀπέδειξαν διὰ βίου τοῦτο δʼ ἦν ὁμολογουμένη τυραννίς, τῷ ἀνυπευθύνῳ τῆς μοναρχίας τὸ ἀκατάπαυστον προσλαβούσης·1

尽管如此,人们还是屈服于此人的运势而甘受羁縻,并认为君主政体是摆脱内战与祸害的喘息之机,于是任命他为终身独裁官。这是公认的僭政;因为君主政体在不可问责之外,又增添了永不罢黜的性质。

§57.2

τιμὰς δὲ τὰς πρώτας Κικέρωνος εἰς τὴν βουλὴν γράψαντος, ὧν ἁμῶς γέ πως ἀνθρώπινον ἦν τὸ μέγεθος, ἕτεροι προστιθέντες ὑπερβολὰς καὶ διαμιλλώμενοι πρὸς ἀλλήλους ἐξειργάσαντο καὶ τοῖς πρᾳοτάτοις ἐπαχθῆ τὸν ἄνδρα καὶ λυπηρὸν γενέσθαι διὰ τὸν ὄγκον καὶ τὴν ἀτοπίαν τῶν ψηφιζομένων, οἷς οὐδὲν ἧττον οἴονται συναγωνίσασθαι τῶν κολακευόντων Καίσαρα τοὺς μισοῦντας,2 ὅπως ὅτι πλείστας κατʼ αὐτοῦ προφάσεις ἔχωσι καὶ μετὰ μεγίστων ἐγκλημάτων ἐπιχειρεῖν δοκῶσιν. ἐπεὶ τά γε ἄλλα, τῶν ἐμφυλίων αὐτῷ πολέμων πέρας ἐσχηκότων, ἀνέγκλητον ἑαυτὸν παρεῖχε· καὶ τό γε τῆς Ἐπιεικείας ἱερὸν οὐκ ἀπὸ τρόπου δοκοῦσι χαριστήριον ἐπὶ τῇ πρᾳότητι ψηφίσασθαι. καὶ γὰρ ἀφῆκε πολλοὺς τῶν πεπολεμηκότων πρὸς αὐτόν, ἐνίοις δὲ καὶ ἀρχὰς καὶ τιμάς, ὡς Βρούτῳ καὶ Κασσίῳ, προσέθηκεν ἐστρατήγουν γὰρ ἀμφότεροι.

西塞罗最初向元老院提案的名誉,其规模在某种程度上尚合乎人类的分寸;然而其他人继而层层加码、彼此竞逐,终于因决议内容的浮夸与荒诞,使得此人即便在最温和的人眼中也变得招人厌恶而令人生怒。人们认为,在这一点上,痛恨凯撒的人其合力推波助澜的程度丝毫不亚于谄媚他的人,目的正是为了尽可能多地掌握不利于他的借口,以便看似以极其重大的罪名对他动手。不过在其他方面,随着内战的告终,他的表现无可指责;人们决议建造宽仁神殿作为对他仁德的感恩之所,看来也是十分恰当的。因为他赦免了许多曾与他为敌作战之人,甚至将官职与名誉授予其中一些人,如布鲁图斯和卡西乌斯——两人当时皆任裁判官。

§57.4

καὶ τὰς Πομπηΐου καταβεβλημένας εἰκόνας οὐ περιεῖδεν, ἀλλʼ ἀνέστησεν, ἐφʼ ὧν καὶ Κικέρων εἶπεν ὅτι Καῖσαρ τοὺς Πομπηΐου στήσας ἀνδριάντας τοὺς ἰδίους ἔπηξε, τῶν δὲ φίλων ἀξιούντων αὐτὸν δορυφορεῖσθαι καὶ πολλῶν ἐπὶ τοῦτο παρεχόντων ἑαυτούς οὐχ ὑπέμεινεν, εἰπὼν ὡς βέλτιόν ἐστιν ἅπαξ ἀποθανεῖν ἢ ἀεὶ προσδοκᾶν.

此外,他也并未任凭被推倒的庞培塑像弃置不顾,而是将其重新树立起来;对此西塞罗评价道,凯撒立起了庞培的雕像,从而奠定了自己的雕像。当朋友们主张他应当配备近卫、且许多人毛遂自荐承担此责时,他并未准许,说与其时刻提心吊胆,倒不如死一次为好。

§57.5

τὴν δʼ εὔνοιαν ὡς κάλλιστον ἅμα καὶ βεβαιότατον ἑαυτῷ περιβαλλόμενος φυλακτήριον, αὖθις ἀνελάμβανε τὸν δῆμον ἑστιάσεσι καὶ σιτηρεσίοις, τὸ δὲ στρατιωτικὸν ἀποικίαις, ὧν ἐπιφανέσταται Καρχηδὼν καὶ Κόρινθος ἦσαν, αἷς καὶ πρότερον τὴν ἅλωσιν καὶ τότε τὴν ἀνάληψιν ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀμφοτέραις γενέσθαι συνέτυχε.3

他将人心的善意作为自己最美好且最稳固的防护披覆在身,再次以宴饮和口粮配给笼络民众,以殖民地收买军人;其中最著名的便是迦太基和科林斯,两座城市巧合地在早先一同被攻陷,而在当时又恰好在同一时期双双得以重建。

语法注3 条
  1. 57.1τῷ ἀνυπευθύνῳ τῆς μοναρχίας τὸ ἀκατάπαυστον προσλαβούσης

    τῆς μοναρχίας προσλαβούσης 为属格独立结构。与格 τῷ ἀνυπευθύνῳ 充当名词使用,意为“不可问责性”,作 προσλαβούσης 的间接宾语;宾格中性形容词 τὸ ἀκατάπαυστον(“不停顿、终身性”)作其直接宾语,表示君主政体在其免受监督问责的特性之上又增添了终身性。

  2. 57.2οἷς οὐδὲν ἧττον οἴονται συναγωνίσασθαι τῶν κολακευόντων Καίσαρα τοὺς μισοῦντας

    关系代词与格 οἷς 指代前文所提及的追加过分名誉的举动。不定式 συναγωνίσασθαι 的逻辑主语是宾格 τοὺς μισοῦντας(憎恨凯撒之人),它通过 οὐδὲν ἧττον(不亚于)与比较属格 τῶν κολακευόντων(阿谀奉承之人)构成对比。动词 οἴονται(人们认为)统领这一带宾格的不定式结构。

  3. 57.5αἷς καὶ πρότερον τὴν ἅλωσιν καὶ τότε τὴν ἀνάληψιν ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον ἀμφοτέραις γενέσθαι συνέτυχε

    关系代词与格 αἷς 指前文的两座城市(迦太基与科林斯)。无人称动词 συνέτυχε(碰巧、恰好发生)接与格(与后文 ἀμφοτέραις 呼应),并统领带宾格的主语不定式短语 τὴν ἅλωσιν καὶ... τὴν ἀνάληψιν... γενέσθαι(攻陷与重建双双发生)。ἅμα καὶ κατὰ τὸν αὐτὸν χρόνον 运用重叠短语极力强化了两座城市同陷落、同复兴的同步性。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:57.1-57.5