- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:56.1-56.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
第四次当选执政官的凯撒出兵西班牙讨伐庞培之子,在蒙达经历生死考验后险胜;但他因剿灭同胞家族而举办的凯旋式却令罗马民众深感痛心与不平。
συντελεσθέντων δὲ τούτων ὕπατος ἀποδειχθεὶς τὸ τέταρτον εἰς Ἰβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηΐου παῖδας, νέους μὲν ὄντας ἔτι, θαυμαστὴν δὲ τῷ πλήθει στρατιὰν συνειλοχότας καὶ τόλμαν ἀποδεικνυμένους ἀξιόχρεων πρὸς ἡγεμονίαν, ὥστε κίνδυνον τῷ Καίσαρι περιστῆσαι τὸν ἔσχατον.
这些事处理完毕后,凯撒第四次被任命为执政官,进军伊比利亚讨伐庞培的诸子。他们虽然尚年轻,却聚集了一支数量惊人的军队,并展现出堪当统帅的胆识,以致使凯撒陷入了极大的险境。
ἡ δὲ μεγάλη μάχη περὶ πόλιν συνέστη Μοῦνδαν, ἐν ᾗ Καῖσαρ ἐκθλιβομένους ὁρῶν τοὺς ἑαυτοῦ καὶ κακῶς ἀντέχοντας ἐβόα, διὰ τῶν ὅπλων καὶ τῶν τάξεων διαθέων, εἰ μηδὲν αἰδοῦνται1 λαβόντες αὐτὸν ἐγχειρίσαι τοῖς παιδαρίοις. μόλις δὲ προθυμίᾳ πολλῇ τοὺς πολεμίους ὠσάμενος ἐκείνων μὲν ὑπὲρ τρισμυρίους διέφθειρε, τῶν δὲ αὐτοῦ χιλίους ἀπώλεσε τοὺς ἀρίστους.
决定性的大战发生在蒙达城附近。战役中,凯撒见部下受挫、难以支撑,便穿行于兵器与队伍之间高声呼喊,责问他们将他拿获并交到黄口小儿手中,难道就不感到丝毫羞愧吗?他竭尽全力好不容易击退敌人,消灭了三万多名敌军,却也损失了自己部下最精锐的一千人。
ἀπιὼν δὲ μετὰ τὴν μάχην πρὸς τοὺς φίλους εἶπεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ πρῶτον περὶ ψυχῆς. ταύτην τὴν μάχην ἐνίκησε τῇ τῶν Διονυσίων ἑορτῇ, καθʼ ἣν λέγεται καὶ Πομπήϊος Μᾶγνος ἐπὶ τὸν πόλεμον ἐξελθεῖν διὰ μέσου δὲ χρόνος ἐνιαυτῶν τεσσάρων διῆλθε, τῶν δὲ Πομπηΐου παίδων ὁ μὲν νεώτερος διέφυγε, τοῦ δὲ πρεσβυτέρου μεθʼ ἡμέρας ὀλίγας Δείδιος ἀνήνεγκε τὴν κεφαλήν.
战斗结束后撤离时,他对友人说,自己以往屡屡为胜利而战,而这一次却是破天荒为性命而战。他赢得这场战役是在狄奥尼索斯节,据说当年庞培大帝也是在这一天出征开战的;这两件事之间相隔了四年之久。在庞培的儿子们中,次子得以逃脱,而长子的头颅则在数日后被狄迪乌斯带了回来。
τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε τὸν πόλεμον ὁ δὲ ἀπʼ αὐτοῦ καταχθεὶς θρίαμβος ὡς οὐδὲν ἄλλο Ῥωμαίους ἠνίασεν. οὐ γὰρ ἀλλοφύλους ἡγεμόνας οὐδὲ βαρβάρους βασιλεῖς κατηγωνισμένον, ἀνδρὸς δὲ Ῥωμαίων κρατίστου τύχαις κεχρημένου2 παῖδας καὶ γένος ἄρδην ἀνῃρηκότα ταῖς τῆς πατρίδος ἐπιπομπεύειν συμφοραῖς οὐ καλῶς εἶχεν, ἀγαλλόμενον ἐπὶ τούτοις3 ὧν μία καὶ πρὸς θεοὺς καὶ πρὸς ἀνθρώπους ἀπολογία τὸ μετʼ ἀνάγκης πεπρᾶχθαι, καὶ ταῦτα πρότερον μήτε ἄγγελον μήτε γράμματα δημοσίᾳ πέμψαντα περὶ νίκης ἀπὸ τῶν ἐμφυλίων πολέμων, ἀλλʼ ἀπωσάμενον αἰσχύνῃ τὴν δόξαν.
这是凯撒所进行的最后一场战争;然而由此举行的凯旋式却最令罗马人感到心痛。因为他战胜的既非异邦将领,亦非蛮族君王,而是将遭遇厄运的罗马最杰出之人的子嗣与家族斩草除根;如今却将祖国的浩劫作为盛会游街夸耀,为那些无论在神明还是凡人面前唯一的辩解只能是“迫不得已而为之”的行径沾沾自喜,这是极其不体面的——更何况他此前从未就内战的胜利公开发送使者或信函,而是出于羞耻将这种荣耀拒之门外。
- 56.2εἰ μηδὲν αἰδοῦνται
由动词 ἐβόα 引出的间接疑问从句或修辞性反诘,表达激愤的质问与责备:“[高喊着问他们]难道不感到丝毫羞耻吗”。εἰ 在此处引导间接疑问,内含强烈的指责语气。
- 56.4τύχαις κεχρημένου
χράομαι 的完成时中动态分词支配与格复数名词 τύχαις,意为“历经厄运/遭遇变故”。在此语境下,τύχαι 带有一种含蓄的意义,特指“倒霉的际遇/悲惨的命运”,委婉地指称庞培后期的溃败与覆灭。
- 56.4οὐ γὰρ ἀλλοφύλους ἡγεμόνας οὐδὲ βαρβάρους βασιλεῖς κατηγωνισμένον, ἀνδρὸς δὲ Ῥωμαίων κρατίστου τύχαις κεχρημένου παῖδας καὶ γένος ἄρδην ἀνῃρηκότα ταῖς τῆς πατρίδος ἐπιπομπεύειν συμφοραῖς οὐ καλῶς εἶχεν, ἀγαλλόμενον ἐπὶ τούτοις
以非人称结构 οὐ καλῶς εἶχεν(“……是不相称的/不体面的”)为核心,不定式 ἐπιπομπεύειν(“游街炫耀”)作其真正主语,而不定式的逻辑主语(凯撒)则通过一系列宾格分词(κατηγωνισμένον、ἀνῃρηκότα、ἀγαλλόμενον,以及下文的 πέμψαντα、ἀπωσάμενον)加以修饰描绘。句子的主干为:“[一个灭绝了同胞至尊家族的人]在祖国的灾难上夸耀游街,是不恰当的”。
