← 普鲁塔克

恺撒传

§55.1-55.3

凯撒的凯旋式盛宴与人口普查

凯撒自阿非利加返回罗马后夸耀战功,举行了数场凯旋式并设宴、举办表演盛大款待民众,而其后的户籍登记揭示了内战给人口带来的毁灭性削减。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§55.1

ἀλλὰ γὰρ ὡς ἐπανῆλθεν εἰς Ῥώμην ἀπὸ Λιβύης, πρῶτον μὲν ὑπὲρ τῆς νίκης ἐμεγαληγόρησε πρὸς τὸν δῆμον, ὡς τοσαύτην κεχειρωμένος χώραν ὅση παρέξει καθʼ ἕκαστον ἐνιαυτὸν εἰς τὸ δημόσιον σίτου μὲν εἴκοσι μυριάδας Ἀττικῶν μεδίμνων, ἐλαίου δὲ λιτρῶν μυριάδας τριακοσίας. ἔπειτα θριάμβους κατήγαγε τὸν Αἰγυπτιακόν, τὸν Ποντικόν, τὸν Λιβυκόν, οὐκ ἀπὸ Σκηπίωνος, ἀλλʼ ἀπὸ Ἰόβα δῆθεν τοῦ βασιλέως.

然而,当他从阿非利加返回罗马后,首先向民众夸耀自己的胜利,声称自己征服了辽阔的土地,足以每年向国库提供二十万阿提卡麦狄姆诺斯的粮食和三百万磅橄榄油。随后他举行了凯旋式,分别为埃及、本都和阿非利加的,其中〔阿非利加的凯旋式〕并非针对西庇阿,表面上乃是针对朱巴国王。

§55.2

τότε καὶ Ἰόβας υἱὸς ὢν ἐκείνου κομιδῇ νήπιος ἐν τῷ θριάμβῳ παρήχθη, μακαριωτάτην ἁλοὺς ἅλωσιν,1 ἐκ βαρβάρου καὶ Νομάδος Ἑλλήνων τοῖς πολυμαθεστάτοις ἐναρίθμιος γενέσθαι συγγραφεῦσι. μετὰ δὲ τοὺς θριάμβους στρατιώταις τε μεγάλας δωρεὰς ἐδίδου καὶ τὸν δῆμον ἀνελάμβανεν ἑστιάσεσι καὶ θέαις, ἑστιάσας μὲν ἐν δισμυρίοις καὶ δισχιλίοις τρικλίνοις ὁμοῦ σύμπαντας, θέας δὲ καὶ μονομάχων καὶ ναυμάχων ἀνδρῶν παρασχὼν ἐπὶ τῇ θυγατρὶ Ἰουλίᾳ, πάλαι τεθνεώσῃ.

当时,朱巴尚在襁褓中的幼子朱巴也在凯旋式中被押解游街;然而他遭受的却是最幸运的俘获,因为他从一个蛮族与努米底亚人,最终列身于希腊人中最博学的著述家之列。凯旋式之后,〔凯撒〕向士兵分发了丰厚的赏赐,并以宴席和表演来抚慰民众;他用两万两千张餐榻同时款待了全体市民,并为早已离世的女儿茱莉亚举办了角斗士与水战表演。

§55.3

μετὰ δὲ τὰς θέας γενομένων τιμήσεων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων ἐξητάσθησαν αἱ πᾶσαι πεντεκαίδεκα. τηλικαύτην ἡ στάσις ἀπειργάσατο συμφορὰν καὶ τοσοῦτον ἀπανάλωσε τοῦ δήμου μέρος, ἔξω λόγου τιθεμένοις2 τὰ κατασχόντα τὴν ἄλλην Ἰταλίαν ἀτυχήματα καὶ τὰς ἐπαρχίας.

这些表演结束后进行了户籍登记,登记的总人数由原先的三十二万锐减至十五万。即便将席卷意大利其他地区以及各行省的灾祸排除在计算之外,这场内战依然造成了如此巨大的灾难,吞噬了如此众多的公民人口。

语法注2 条
  1. 55.2μακαριωτάτην ἁλοὺς ἅλωσιν

    此处 ἁλούς(被捕获)与同根名词 ἅλωσιν(捕获、囚禁)构成同族宾格(cognate accusative)。紧随其后的不定式短语 ἐκ βαρβάρου...γενέσθαι 充当说明性不定式(epexegetical infinitive),具体阐述这一被俘经历为何堪称“最幸运的”。

  2. 55.3ἔξω λόγου τιθεμένοις

    现在分词与格复数 τιθεμένοις 用作指涉与格(dative of reference)或评判者与格,泛指不特定的主语,带有条件或让步的语气:“即便人们将……排除在考虑之外”。其宾语为中性复数短语 τὰ κατασχόντα...ἀτυχήματα καὶ τὰς ἐπαρχίας。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:55.1-55.3