← 普鲁塔克

恺撒传

§54.1-54.3

加图自尽与凯撒撰写反加图

凯撒获悉加图在乌提卡自尽后心绪复杂,后因西塞罗撰文赞颂加图,遂写下《反加图》予以反击。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§54.1

Κάτωνα δὲ λαβεῖν ζῶντα φιλοτιμούμενος ἔσπευδε πρὸς Ἰτύκην ἐκείνην γὰρ παραφυλάττων τὴν πόλιν οὐ μετέσχε τοῦ ἀγῶνος, πυθόμενος δὲ ὡς ἑαυτὸν ὁ ἀνὴρ διεργάσαιτο, δῆλος μὲν ἦν δηχθείς, ἐφʼ ᾧ δὲ ἄδηλον. εἶπε δʼ οὖν ὦ Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας.1 ὁ μὲν οὖν μετὰ ταῦτα γραφεὶς ὑπʼ αὑτοῦ πρὸς Κάτωνα τεθνεῶτα λόγος οὐ δοκεῖ πρᾴως ἔχοντος οὐδὲ εὐδιαλλάκτως σημεῖον εἶναι. πῶς γὰρ ἂν ἐφείσατο ζῶντος εἰς ἀναίσθητον ἐκχέας ὀργὴν τοσαύτην;

凯撒心怀将加图生擒的企图,急忙赶往乌提卡;因为加图当时镇守该城,并未参加那场会战。但当凯撒得知加图已经自尽时,显然感到刺痛,不过他究竟因何感到刺痛却不得而知。无论如何,他说道: “加图啊,我怨恨你的死;因为你也同样剥夺了我宽赦你的机会。” 然而,此后他针对死去的加图所写的那篇论著,似乎并不是一个性情温和、易于释怀之人的表征。因为一个人若能对无知无觉的死者倾泻如此巨大的愤怒,又怎会在他活着时予以宽赦呢?

§54.2

τῇ δὲ πρὸς Κικέρωνα καὶ Βροῦτον αὑτοῦ καὶ μυρίους ἄλλους τῶν πεπολεμηκότων ἐπιεικείᾳ τεκμαίρονται καὶ τὸν λόγον ἐκεῖνον οὐκ ἐξ ἀπεχθείας, ἀλλὰ φιλοτιμίᾳ πολιτικῇ συντετάχθαι διὰ τοιαύτην αἰτίαν. ἔγραψε Κικέρων ἐγκώμιον Κάτωνος, ὄνομα τῷ λόγῳ θέμενος Κάτωνα· καὶ πολλοῖς ὁ λόγος ἦν διὰ σπουδῆς, ὡς εἰκός, ὑπὸ τοῦ δεινοτάτου τῶν ῥητόρων εἰς τὴν καλλίστην πεποιημένος ὑπόθεσιν.

不过,也有人根据他对西塞罗、对布鲁图斯以及对无数其他曾与他交战之人的宽大,推断那篇论著也并非出于私怨,而是出于政治上的好胜心,其起因如下。西塞罗写了一篇加图的颂辞,定名为《加图》;由于这是由最卓越的演说家针对最崇高的题材所作,该文自然受到许多人的热切追捧。

§54.3

τοῦτο ἠνία Καίσαρα, κατηγορίαν αὑτοῦ νομίζοντα τὸν τοῦ τεθνηκότος διʼ αὐτὸν ἔπαινον.2 ἔγραψεν οὖν πολλάς τινας κατὰ τοῦ Κάτωνος αἰτίας συναγαγών τὸ δὲ βιβλίον Ἀντικάτων ἐπιγέγραπται. καὶ σπουδαστὰς ἔχει τῶν λόγων ἑκάτερος διὰ Καίσαρα καὶ Κάτωνα πολλούς.

这使凯撒深感苦恼,他认为赞美因自己而死的人无异于对自己提出指控。于是他搜集了许多针对加图的罪状写成一书,名为《反加图》。由于凯撒和加图的缘故,这两篇著作各自都拥有许多狂热的拥护者。

语法注2 条
  1. 54.1φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτηρίας ἐφθόνησας.

    动词 φθονέω(嫉妒、吝惜、剥夺)搭配人的与格(σοι / μοι)以及表原因或剥夺之物的属格(τοῦ θανάτου / τῆς σωτηρίας)。此处构成工整的对称句:凯撒怨恨加图选择死亡,正如加图嫉恨并剥夺了凯撒宽赦他的荣誉。

  2. 54.3κατηγορίαν αὑτοῦ νομίζοντα τὸν τοῦ τεθνηκότος διʼ αὐτὸν ἔπαινον.

    由分词 νομίζοντα 支配的双重宾格结构:宾语为 τὸν τοῦ τεθνηκότος διʼ αὐτὸν ἔπαινον(“对因他而死之人的赞美”),宾语补足语为 κατηγορίαν αὑτοῦ(“对自身的指控”,其中 αὑτοῦ 为宾格性属格)。介词短语 διʼ αὐτόν 意指加图是“因凯撒之故/为拒斥凯撒”而死。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:54.1-54.3