← 普鲁塔克

恺撒传

§4.1-4.4

法庭辩才与争取民心及西塞罗的洞察

恺撒返回罗马后通过诉讼展示演说才华,并以慷慨交际博得民众支持而逐步崛起;西塞罗虽识破其包藏的僭主野心,却仍被其精心修饰的外表所迷惑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἐπανελθὼν δʼ εἰς Ῥώμην Δολοβέλλαν ἔκρινε κακώσεως ἐπαρχίας, καὶ πολλαὶ τῶν ἀπὸ τῆς Ἑλλάδος πόλεων μαρτυρίας αὐτῷ παρέσχον, ὁ μὲν οὖν Δολοβέλλας ἀπέφυγε τὴν δίκην, ὁ δὲ Καῖσαρ ἀμειβόμενος τὴν Ἑλλάδα τῆς προθυμίας συνηγόρευσεν αὐτῇ Πόπλιον Ἀντώνιον διωκούσῃ δωροδοκίας ἐπὶ Λευκούλλου τοῦ Μάρκου Μακεδονίας στρατηγοῦ.

他回到罗马后,控告多拉贝拉在行省进行敲诈勒索,希腊的许多城邦也为他提供了证词。虽然多拉贝拉最终脱罪,但恺撒为了报答希腊人的热情,在希腊人向马其顿总督马尔库斯·卢库鲁斯控告普布利乌斯·安东尼受贿时,担任了希腊人的诉讼代言人。

§4.2

καὶ τοσοῦτον ἴσχυσεν ὥστε τὸν Ἀντώνιον ἐπικαλέσασθαι τοὺς δημάρχους, σκηψάμενον οὐκ ἔχειν τὸ ἴσον ἐν τῇ Ἑλλάδι πρὸς Ἕλληνας, ἐν δὲ Ῥώμῃ πολλὴ μὲν ἐπὶ τῷ λόγῳ περὶ τὰς συνηγορίας αὐτοῦ χάρις ἐξέλαμπε, πολλὴ δὲ τῆς περὶ τὰς δεξιώσεις καὶ ὁμιλίας φιλοφροσύνης εὔνοια παρὰ τῶν δημοτῶν ἀπήντα, θεραπευτικοῦ παρʼ ἡλικίαν ὄντος.

他的辩护极具威力,以致安东尼诉请保民官介入,托词自己在希腊与希腊人对簿公堂无法获得平等待遇。在罗马,他在诉讼辩护中的演说放射出极大的魅力;而由于他超越年龄地善于结交逢迎,他在接见迎送与日常交往中的亲切随和也赢得了平民百姓的极大好感。

§4.3

ἦν δέ τις καὶ ἀπὸ δείπνων καὶ τραπέζης καὶ ὅλως τῆς περὶ τὴν δίαιταν λαμπρότητος αὐξανομένη κατὰ μικρὸν αὐτῷ δύναμις εἰς τὴν πολιτείαν. ἣν τὸ πρῶτον οἱ φθονοῦντες οἰόμενοι ταχὺ τῶν ἀναλωμάτων ἐπιλιπόντων ἐξίτηλον ἔσεσθαι, περιεώρων ἀνθοῦσαν ἐν τοῖς πολλοῖς· ὀψὲ δὲ ᾔσθοντο, μεγάλης καὶ δυσανατρέπτου γενομένης καὶ βαδιζούσης ἄντικρυς ἐπὶ τὴν τῶν ὅλων μεταβολήν, ὡς οὐδεμίαν ἀρχὴν πράγματος ἡγητέον μικράν, ἣν οὐ ταχὺ ποιεῖ μεγάλην τὸ ἐνδελεχές ἐκ τοῦ καταφρονηθῆναι τὸ μὴ κωλυθῆναι λαβοῦσαν.1

此外,凭借宴饮、餐席以及整个日常生活所展现的阔绰奢华,他在城邦政治中的势力也在逐渐增长。起初,嫉妒他的人以为一旦资财耗尽,这股势力很快就会烟消云散,因而对它在民众之中的蓬勃发展听之任之;但当它变得庞大难撼,并径直走向对整个国家体制的颠覆时,他们才幡然醒悟:任何事物的开端都不应被视作渺小,因为一旦因受轻视而未被遏止,持之以恒便能迅速使其化为参天之势。

§4.4

ὁ γοῦν πρῶτος ὑπιδέσθαι δοκῶν αὐτοῦ καὶ φοβηθῆναι τῆς πολιτείας ὥσπερ θαλάττης τὰ διαγελῶντα2 καὶ τὴν ἐν τῷ φιλανθρώπῳ καὶ ἱλαρῷ κεκρυμμένην δεινότητα τοῦ ἤθους καταμαθὼν Κικέρων ἔλεγε τοῖς ἄλλοις ἅπασιν ἐπιβουλεύμασιν αὐτοῦ καὶ πολιτεύμασι τυραννικὴν ἐνορᾶν διάνοιαν, ἀλλʼ ὅταν ἔφη, τὴν κόμην οὕτω διακειμένην περιττῶς ἴδω κἀκεῖνον ἑνὶ δακτύλῳ κνώμενον, οὔ μοι δοκεῖ πάλιν οὗτος ἅνθρωπος εἰς νοῦν ἂν ἐμβαλέσθαι3 τηλικοῦτον κακόν, ἀναίρεσιν τῆς Ῥωμαίων πολιτείας. ταῦτα μὲν οὖν ὕστερον.

无论如何,西塞罗似乎是最早对他政治生活中那如同大海般含笑平静的表象心生怀疑与恐惧之人,他也察觉到了隐藏在和蔼与明朗背后的性格上的可怕机敏,西塞罗曾说,在恺撒的所有其他图谋和政治举措中,他都能看出僭主的野心;“然而每当,”他说,“我看到他将头发梳理得如此精巧,用一根指头挠头时,我又觉得这个人绝不可能在心中谋划如此巨大的恶行——摧毁罗马的政制。” 不过,这些都是后话了。

语法注3 条
  1. 4.3ἣν οὐ ταχὺ ποιεῖ μεγάλην τὸ ἐνδελεχές ἐκ τοῦ καταφρονηθῆναι τὸ μὴ κωλυθῆναι λαβοῦσαν.

    ἣν 为关系代词,先行词是 οὐδεμίαν ἀρχὴν πράγματος。该从句的主语是中性短语 τὸ ἐνδελεχές(持久、不懈),谓语是 ποιεῖ,μεγάλην 作宾语补足语(谓语宾格)。分词 λαβοῦσαν 在性数格上与 ἣν 一致(修饰阴性的 ἀρχήν),其宾语为带冠词的不定式 τὸ μὴ κωλυθῆναι(未受阻碍),介词短语 ἐκ τοῦ καταφρονηθῆναι(由于被轻视)表示原因或来源。

  2. 4.4τῆς πολιτείας ὥσπερ θαλάττης τὰ διαγελῶντα

    τὰ διαγελῶντα 是动词 διαγελάω 的现在分词中性复数宾格,意为“带笑的面貌/平静的表象”,作前面不定式 ὑπιδέσθαι(怀疑)和 φοβηθῆναι(畏惧)的直接宾语。τῆς πολιτείας 是属格,与比喻成分 ὥσπερ θαλάττης 并列,意指“如同大海般带着微笑(实则危险叵测)的政务生活”。

  3. 4.4οὔ μοι δοκεῖ πάλιν οὗτος ἅνθρωπος εἰς νοῦν ἂν ἐμβαλέσθαι

    δοκεῖ 采用人称结构(personal construction),以主格的 οὗτος ἅνθρωπος 为其语法主语(意即“这个人似乎不会……”)。不定式 ἂν ἐμβαλέσθαι 是带有小词 ἄν 的不定过去时不定式,在间接引语中表达潜在语气或可能性(相当于 ἂν ἐμβάλοιτο)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:4.1-4.4