← 普鲁塔克

恺撒传

§43.1-43.3

将士求战与决战前夕的征兆

恺撒确认了士兵求战的热情,并从占卜官处获悉预示局势彻底逆转的预兆。尽管夜间出现了流星且敌营发生骚乱,恺撒仍按计划拔营行军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43.1

ὁ δὲ Καῖσαρ τοὺς στρατιώτας συναγαγών, καὶ προειπὼν ὡς δύο μὲν αὐτῷ τάγματα Κορφίνιος ἄγων ἐγγύς ἐστιν, ἄλλαι δὲ πεντεκαίδεκα σπεῖραι μετὰ Καληνοῦ κάθηνται περὶ Μέγαρα καὶ Ἀθήνας, ἠρώτησεν εἴτε βούλονται περιμένειν ἐκείνους, εἴτε αὐτοὶ διακινδυνεῦσαι καθʼ ἑαυτούς, οἱ δὲ ἀνεβόησαν δεόμενοι μὴ περιμένειν, ἀλλὰ μᾶλλον, ὅπως τάχιστα συνίασιν εἰς χεῖρας τοῖς πολεμίοις, τεχνάζεσθαι καὶ στρατηγεῖν.1

恺撒则召集了士兵,先说明科尔菲尼乌斯正率领两个军团逼近,另有十五个步兵大队随卡勒努斯驻扎在墨加拉和雅典一带,接着询问他们是愿意等待增援,还是靠自己冒险一战。士兵们齐声呼喊,恳求他不要等待,而是应当运用谋略与统帅才能,使他们能尽快与敌人短兵相接。

§43.2

ποιουμένῳ δὲ καθαρμὸν αὐτῷ τῆς δυνάμεως καὶ θύσαντι τὸ πρῶτον ἱερεῖον εὐθὺς ὁ μάντις ἔφραζε τριῶν ἡμερῶν μάχῃ κριθήσεσθαι πρὸς τοὺς πολεμίους, ἐρομένου δὲ τοῦ Καίσαρος εἰ καὶ περὶ τοῦ τέλους ἐνορᾷ τι τοῖς ἱεροῖς εὔσημον, αὐτὸς ἄν, ἔφη, σὺ τοῦτο βέλτιον ὑποκρίναιο σαυτῷ. μεγάλην γὰρ οἱ θεοὶ μεταβολὴν καὶ μετάπτωσιν ἐπὶ τὰ ἐναντία τῶν καθεστώτων δηλοῦσιν, ὥστε εἰ μὲν εὖ πράττειν ἡγῇ σεαυτὸν ἐπὶ τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην εἰ δὲ κακῶς, τὴν ἀμείνονα.

当恺撒为军队举行洁净仪式并献祭了第一只牺牲时,占卜官立刻宣告,三天之内将通过与敌人的战斗决出分晓。恺撒询问在祭品中是否也能看出关于结局的明确预兆,占卜官说: “您自己 对这事恐怕能给自己更好的回答。因为诸神预示着现状将发生巨大的变动并逆转为完全相反的状态;因此,如果您认为自己目前处境顺遂,就当期待较差的命运;若认为处境艰难,就当期待较好的命运。”

§43.3

τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς ἐφοδεύοντος αὐτοῦ περὶ τὸ μεσονύκτιον ὤφθη λαμπὰς οὐρανίου πυρός, ἣν ὑπερενεχθεῖσαν τὸ Καίσαρος στρατόπεδον λαμπρὰν καὶ φλογώδη γενομένην ἔδοξεν εἰς τὸ Πομπηΐου καταπεσεῖν.2 ἑωθινῆς δὲ φυλακῆς καὶ πανικὸν τάραχον ᾔσθοντο γιγνόμενον παρὰ τοῖς πολεμίοις, οὐ μὴν μαχεῖσθαί γε κατʼ ἐκείνην προσεδόκα τὴν ἡμέραν, ἀλλὰ ὡς ἐπὶ Σκοτούσσης ὁδεύων ἀνεζεύγνυεν.

决战前夕的夜里,大约午夜时分恺撒巡视哨位时,天空中出现了一道火炬般的光芒,它掠过恺撒的营地上空,变得极其明亮炽热,似乎落入了庞培的营地中。到了清晨的守更时分,他们也察觉到敌人阵营中发生了惊恐和骚乱;然而,恺撒并没有料到会在那天交战,而是拔营起程,仿佛要向斯科图萨进军一样。

语法注2 条
  1. 43.1τεχνάζεσθαι καὶ στρατηγεῖν

    两个不定式直接由分词 δεόμενοι(恳求)支配,并通过 ἀλλὰ μᾶλλον 与前面的否定不定式短语 μὴ περιμένειν 形成对比。夹在中间的 ὅπως τάχιστα συνίασιν εἰς χεῖρας τοῖς πολεμίοις 是目的从句(“以便尽快与敌人短兵相接”),用以限定不定式的目的与内容。

  2. 43.3ἣν ὑπερενεχθεῖσαν τὸ Καίσαρος στρατόπεδον λαμπρὰν καὶ φλογώδη γενομένην ἔδοξεν εἰς τὸ Πομπηΐου καταπεσεῖν

    在句法上,指代 λαμπάς 的关系代词 ἣν 采用了宾格,作为受非人称/情态动词 ἔδοξεν(“似乎……”)支配的不定式 καταπεσεῖν 的逻辑主语。分词 ὑπερενεχθεῖσαν 和 λαμπρὰν καὶ φλογώδη γενομένην 在性、数、格上均与 ἣν 保持一致。若按人称句式本可作主格(ἣ ... ἔδοξε καταπεσεῖν),但此处由“宾格加不定式”(AcI)结构主导了关系代词的格位选择。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:43.1-43.3