← 普鲁塔克

恺撒传

§44.1-44.6

双方战线部署与克拉西尼乌斯奋勇突击

恺撒与庞培排开阵势准备决战,恺撒在右翼后方部署了预备步兵大队以应对敌方骑兵。庞培下令步兵坚守迎击,而恺撒麾下的百夫长克拉西尼乌斯奋勇率先发起冲锋并在肉搏中阵亡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44.1

ἐπεὶ δὲ τῶν σκηνῶν ἤδη καταλελυμένων οἱ σκοποὶ προσίππευσαν αὑτῷ τοὺς πολεμίους ἐπὶ μάχῃ καταβαίνειν ἀπαγγέλλοντες περιχαρὴς γενόμενος καὶ προσευξάμενος τοῖς θεοῖς παρέταττε τὴν φάλαγγα, τὴν τάξιν τριπλῆν ποιῶν, καὶ τοῖς μὲν μέσοις ἐπέστησε Καλβῖνον Δομίτιον, τῶν δὲ κεράτων τὸ μὲν εἶχεν Ἀντώνιος, Αὐτὸς δὲ τὸ δεξιόν, ἐν τῷ δεκάτῳ τάγματι μέλλων μάχεσθαι.

当营帐已经拆除时,哨兵策马奔至恺撒跟前,报告敌人正下山列阵迎战。恺撒喜出望外,向诸神祈祷后便排开步兵战阵,将阵列排成三重,并让多米提乌斯·卡尔维努斯统率中军;在两翼中,安东尼执掌一翼,恺撒自己执掌右翼,打算在第十军团中参战。

§44.2

κατὰ τοῦτο δὲ τοὺς τῶν πολεμίων ἱππεῖς ἀντιπαραταττομένους ὁρῶν, καὶ δεδοικὼς τὴν λαμπρότητα καὶ τὸ πλῆθος αὐτῶν, ἀπὸ τῆς ἐσχάτης τάξεως ἀδήλως ἐκέλευσε περιελθεῖν πρὸς ἑαυτὸν ἓξ σπείρας καὶ κατόπιν ἔστησε τοῦ δεξιοῦ, διδάξας ἃ χρὴ ποιεῖν ὅταν οἱ τῶν πολεμίων ἱππεῖς προσφέρωνται. Πομπήϊος δὲ τὸ μὲν Αὐτὸς εἶχε τῶν κεράτων, τὸ δʼ εὐώνυμον Δομίτιος, τοῦ δὲ μέσου Σκηπίων ἦρχεν ὁ πενθερός.

他看到敌人的骑兵正对着这一侧布阵,因忌惮他们的光鲜精锐与庞大人数,便暗中命令六个步兵大队从最后一行绕行到他身边,并将他们部署在右翼之后,事先教导他们当敌方骑兵冲杀过来时应当如何应对。庞培自己则执掌两翼之一,左翼由多米提乌斯统领,中军由其岳父西庇阿指挥。

§44.3

οἱ δὲ ἱππεῖς ἅπαντες ἐπὶ τὸ ἀριστερὸν ἔβρισαν ὡς τὸ δεξιὸν κυκλωσόμενοι τῶν πολεμίων καὶ λαμπρὰν περὶ αὐτὸν τὸν ἡγεμόνα ποιησόμενοι τροπήν οὐδὲν γὰρ ἀνθέξειν1 βάθος ὁπλιτικῆς φάλαγγος, ἀλλὰ συντρίψεσθαι καὶ καταρράξεσθαι πάντα τοῖς ἐναντίοις ἐπιβολῆς ἅμα τοσούτων ἱππέων γενομένης.

骑兵则全体向左翼压去,企图迂回包抄敌人的右翼,在敌军主帅周围制造一场辉煌的溃败;因为他们认定重装步兵战阵的任何纵深都无法抵挡,只要如此众多的骑兵同时发动冲击,敌方的一切都将被粉碎和击垮。

§44.4

ἐπεὶ δὲ σημαίνειν ἔμελλον ἀμφότεροι τὴν ἔφοδον, Πομπήϊος μὲν ἐκέλευσε τοὺς ὁπλίτας ἑστῶτας ἐν προβολῇ καὶ μένοντας ἀραρότως δέχεσθαι τὴν ἐπιδρομὴν τῶν πολεμίων, μέχρι ἂν ὑσσοῦ βολῆς ἐντὸς γένωνται. Καῖσαρ δὲ καὶ περὶ τοῦτο διαμαρτεῖν φησιν αὐτόν, ἀγνοήσαντα τὴν μετὰ δρόμου καὶ φορᾶς ἐν ἀρχῇ γινομένην σύρραξιν, ὡς ἔν τε ταῖς πληγαῖς βίαν προστίθησι2 καὶ συνεκκαίει τὸν θυμὸν ἐκ πάντων ἀναρριπιζόμενον.

当双方即将吹响冲锋号令时,庞培命令步兵持矛伫立待命,坚守原地等候敌人的冲锋,直到敌兵进入投枪射程之内。但恺撒说庞培在这一点上也犯了错,没有认识到一开始伴随奔跑与势头而发生的冲撞,不仅会给每一次打击增加力量,还会将众人激荡起来的热血彻底点燃。

§44.5

αὐτὸς δὲ κινεῖν τὴν φάλαγγα μέλλων καὶ προϊὼν ἐπʼ ἔργον ἤδη πρῶτον ὁρᾷ τῶν ταξιάρχων ἄνδρα πιστὸν αὐτῷ καὶ πολέμων ἔμπειρον, ἐπιθαρσύνοντα τοὺς ὑφʼ αὑτῷ καὶ προκαλούμενον εἰς ἅμιλλαν ἀλκῆς, τοῦτον ὀνομαστὶ προσαγορεύσας, τί ἐλπίζομεν, εἶπεν, ὦ Γάϊε Κρασσίνιε, καὶ πῶς τι θάρσους ἔχομεν;3

恺撒自己正要开动战阵、迈步走向交战之际,首先看到百夫长中有一位对自己忠心耿耿且身经百战的勇士,正在鼓舞部下并激励他们竞相展现英勇。恺撒指名道姓地招呼他,说道: “盖约·克拉西尼乌斯,我们抱有怎样的指望, 又有几分勇气?”

§44.6

ὁ δὲ Κρασσίνιος ἐκτείνας τὴν δεξιὰν καὶ μέγα βοήσας, νικήσομεν, ἔφη, λαμπρῶς, ὦ Καῖσαρ ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ τεθνηκότα ἐπαινέσεις. ταῦτα εἰπὼν πρῶτος ἐμβάλλει τοῖς πολεμίοις δρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυτὸν ἑκατὸν καὶ εἴκοσι στρατιώτας, διακόψας δὲ τοὺς πρώτους καὶ πρόσω χωρῶν φόνῳ πολλῷ καὶ βιαζόμενος ἀνακόπτεται ξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε καὶ τὴν αἰχμὴν ὑπὲρ τὸ ἰνίον ἀνασχεῖν.

克拉西尼乌斯伸出右手,高声喊道: “我们将取得辉煌的胜利, 恺撒!”他说,“今天无论我是生是死,你都会赞扬我。” 说罢,他便率领身边的一百二十名士兵,率先跑步冲向敌人;他冲破敌军前锋,一路大肆杀伤向前推进,正当猛攻之际,被一剑刺穿嘴部而受阻倒地,甚至剑尖从后颈上方透出。

语法注3 条
  1. 44.3οὐδὲν γὰρ ἀνθέξειν

    间接引语中的“宾格加不定式”结构。虽然前文没有直接出现表示“认为”或“陈述”的动词,但它承接了前句 ὡς ... ποιησόμενοι 中所包含的骑兵们的企图与设想,用以说明其理由。

  2. 44.4ἀγνοήσαντα τὴν μετὰ δρόμου καὶ φορᾶς ἐν ἀρχῇ γινομένην σύρραξιν, ὡς ἔν τε ταῖς πληγαῖς βίαν προστίθησι

    先取结构(prolepsis)。分词 ἀγνοήσαντα 的直接宾语为名词短语 τὴν ... σύρραξιν(冲撞),而随后的 ὡς 从句则具体说明该冲撞所产生的作用与影响(即冲撞给打击增加力量并激发斗志)。

  3. 44.5πῶς τι θάρσους ἔχομεν;

    θάρσους 是修饰中性不定代词/副词性宾格 τι 的部分属格,字面意为“我们拥有多少勇气?”,即“我们的士气如何?”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:44.1-44.6