← 普鲁塔克

恺撒传

§42.1-42.2

法萨利亚对峙与庞培阵营的自满

两军在法萨利亚扎营对峙,庞培因凶兆与梦境而重趋谨慎,其部下与骑兵却自恃兵力优势而认定必胜,提前争夺战后的官职与罗马府邸。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§42.1

ὡς δὲ εἰς τὴν Φαρσαλίαν ἐμβαλόντες ἀμφότεροι κατεστρατοπέδευσαν, ὁ μὲν Πομπήϊος αὖθις εἰς τὸν ἀρχαῖον ἀνεκρούετο λογισμὸν τὴν γνώμην,1 ἔτι καὶ φασμάτων οὐκ αἰσίων προσγενομένων καὶ καθʼ ὕπνον ὄψεως, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ κροτούμενον ὑπὸ Ῥωμαίων, οἱ δὲ περὶ αὐτὸν οὕτω θρασεῖς ἦσαν καὶ τὸ νίκημα ταῖς ἐλπίσι προειληφότες ὥστε φιλονεικεῖν ὑπὲρ τῆς Καίσαρος ἀρχιερωσύνης Δομίτιον καὶ Σπινθῆρα καὶ Σκηπίωνα διαμιλλωμένους ἀλλήλοις, πέμπειν δὲ πολλοὺς2 εἰς Ῥώμην μισθουμένους καὶ προκαταλαμβάνοντας οἰκίας ὑπατεύουσι καὶ στρατηγοῦσιν ἐπιτηδείους, ὡς εὐθὺς ἄρξοντες3 μετὰ τὸν πόλεμον. μάλιστα δὲ ἐσφάδαζον οἱ ἱππεῖς ἐπὶ τὴν μάχην ἠσκημένοι περιττῶς ὅπλων λαμπρότησι καὶ τροφαῖς ἵππων καὶ κάλλει σωμάτων, μέγα φρονοῦντες καὶ διὰ τὸ πλῆθος, ἑπτακισχίλιοι πρὸς χιλίους τοὺς Καίσαρος ὄντες. ἦν δὲ καὶ τὸ τῶν πεζῶν πλῆθος οὐκ ἀγχώμαλον, ἀλλὰ τετρακισμύριοι καὶ πεντακισχίλιοι παρετάττοντο δισμυρίοις καὶ δισχιλίοις.

当双方进入法萨利亚并扎下营盘时,庞培由于又出现了不祥的预兆以及梦中的幻象,心思再度退回到原先的盘算中去——因为他似乎梦见自己在剧场中受到罗马人的鼓掌喝彩。但他身边的那些人却如此狂妄,并在期望中早已将胜利视为囊中之物,以至于多米提乌斯、斯平特尔和斯基皮奥彼此竞逐争夺恺撒的大祭司职位,更有许多人派人前往罗马,去租赁并抢先占下适合执政官和大法官居住的府邸,就好像战争一结束他们就会立刻走马上任一般。特别是骑兵,凭借闪亮的兵甲、饲养肥壮的战马和俊美的体貌而整备得极为考究,极力渴望投入战斗,更因数量占优而气焰嚣张,他们有七千人,而恺撒的骑兵只有一千人。步兵的数量同样不是旗鼓相当,而是以四万五千人列阵对峙两万二千人。

语法注3 条
  1. 42.1ἀνεκρούετο λογισμὸν τὴν γνώμην

    ἀνακρούομαι 原为航海术语,意为“倒桨”、“使船倒退”,此处为比喻用法。τὴν γνώμην 既可作直接宾语,亦可作关系宾格,意为庞培“将自己的意向/判断退回到原先的谋划(εἰς τὸν ἀρχαῖον λογισμόν)之中”。

  2. 42.1ὥστε φιλονεικεῖν ... πέμπειν δὲ πολλοὺς

    在由 ὥστε 引导的结果从句中,并列了两个不定式(φιλονεικεῖν 与 πέμπειν)。前者的逻辑主语是宾格的三个人名(Δομίτιον καὶ Σπινθῆρα καὶ Σκηπίωνα);而在后者中,πολλούς 在句法上既可作不定式的主语(许多人派遣[使者]去罗马),亦可作 πέμπειν 的宾语([他们]派遣许多人去罗马)。文意皆指庞培阵营中的许多人派人到罗马预订豪宅。

  3. 42.2ὡς εὐθὺς ἄρξοντες

    连词 ὡς 加上主格未来分词 ἄρξοντες,表达当事人的主观意图或预想(“打算在战后立即出任官职”)。主格形式与发出该行为的主体(庞培阵营的权贵们)保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:42.1-42.2