← 普鲁塔克

恺撒传

§38.1-38.4

恺撒乔装渡海与遭遇风暴折返

在阿波罗尼亚面临兵力不足的恺撒乔装打扮,企图乘小舟穿过敌方封锁线前往布伦特西乌姆,虽以名言激励惊骇的舵手,但终因暴风雨被迫折返,受到士兵们的埋怨与自责。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

ἐν δὲ Ἀπολλωνίᾳ Καῖσαρ οὐκ ἔχων ἀξιόμαχον τὴν μεθʼ ἑαυτοῦ δύναμιν, βραδυνούσης δὲ τῆς ἐκεῖθεν, ἀπορούμενος καὶ περιπαθῶν, δεινὸν ἐβούλευσε βούλευμα, κρύφα πάντων εἰς πλοῖον ἐμβὰς τὸ μέγεθος δωδεκάσκαλμον1 ἀναχθῆναι πρὸς τὸ Βρεντέσιον, τηλικούτοις στόλοις περιεχομένου τοῦ πελάγους ὑπὸ τῶν πολεμίων.

在阿波罗尼亚,恺撒手头的兵力不足以与敌抗衡,而对岸的军队又迟迟未至,他在困窘与极度焦虑之中,定下了一个骇人听闻的计策:瞒着所有人登上一艘仅有十二支桨大小的轻舟,在敌人以如此庞大的舰队封锁海面的情况下出海前往布伦特西乌姆。

§38.2

νυκτὸς οὖν ἐσθῆτι θεράποντος ἐπικρυψάμενος ἐνέβη, καὶ καταβαλὼν ἑαυτὸν ὥς τινα τῶν παρημελημένων ἡσύχαζε, τοῦ δὲ Ἀῴου ποταμοῦ τὴν ναῦν ὑποφέροντος εἰς τὴν θάλασσαν, τὴν μὲν ἑωθινὴν αὔραν, ἣ παρεῖχε τηνικαῦτα περὶ τὰς ἐκβολὰς γαλήνην ἀπωθοῦσα πόρρω τὸ κῦμα, πολὺς πνεύσας πελάγιος διὰ νυκτὸς ἀπέσβεσε·

于是在夜间,他换上奴仆的衣裳隐匿身份登上了船,像一个无人理睬之人那样倒卧在船里,默不作声。阿奥乌斯河正将船只冲带向大海,然而夜间从外海猛烈刮来的大风,却吹散了清晨的微风——那微风原本在此刻能将海浪推向远方,使河口一带风平浪静。

§38.3

πρὸς δὲ τὴν πλημμύραν τῆς θαλάττης καὶ τὴν ἀντίβασιν τοῦ κλύδωνος ἀγριαίνων ὁ ποταμός, καὶ τραχὺς ἅμα καὶ κτύπῳ μεγάλῳ καὶ σκληραῖς ἀνακοπτόμενος δίναις, ἄπορος ἦν βιασθῆναι τῷ κυβερνήτῃ2 καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τὸν πλοῦν. αἰσθόμενος δὲ ὁ Καῖσαρ ἀναδείκνυσιν ἑαυτόν, καὶ τοῦ κυβερνήτου λαβόμενος τῆς χειρός ἐκπεπληγμένου πρὸς τὴν ὄψιν, ἴθι, ἔφη, γενναῖε, τόλμα καὶ δέδιθι μηδέν· Καίσαρα φέρεις καὶ τὴν Καίσαρος Τύχην συμπλέουσαν.

河水与上涨的海潮及汹涌拍击的巨浪相搏,变得暴怒异常,汹涌翻卷,伴随着巨大的声响被湍急的漩涡击退,以致舵手根本无法强行通过;他便命令水手们掉转船头,打算折返航程。恺撒察觉到这一点,便亮明了自己的身份,握住因见其尊容而惊骇万分的舵手的手说: “前进吧, 他说, 好汉,放胆干,什么都别怕;你载着恺撒,以及与他一同乘舟航行的恺撒的命运之神。”

§38.4

ἐλάθοντο τοῦ χειμῶνος οἱ ναῦται, καὶ ταῖς κώπαις ἐμφύντες ἐβιάζοντο πάσῃ προθυμίᾳ τὸν ποταμόν. ὡς δὲ ἦν ἄπορα, δεξάμενος πολλὴν θάλατταν καὶ κινδυνεύσας ἐν τῷ στόματι συνεχώρησε μάλα ἄκων τῷ κυβερνήτῃ μεταβαλεῖν. ἀνιόντι δὲ αὐτῷ κατὰ πλῆθος ἀπήντων οἱ στρατιῶται, πολλὰ μεμφόμενοι καὶ δυσπαθοῦντες εἰ μὴ πέπεισται3 καὶ σὺν αὐτοῖς μόνοις ἱκανὸς εἶναι νικᾶν, ἀλλʼ ἄχθεται καὶ παραβάλλεται διὰ τοὺς ἀπόντας ὡς ἀπιστῶν τοῖς παροῦσιν.

水手们顿时忘却了风暴,紧握船桨,全力以赴地试图强行冲过河水。然而前行终属不能,小船灌入了大量的海水,在河口处险象环生,恺撒只得极不情愿地同意舵手掉头返航。当他上岸时,士兵们蜂拥而至前来迎候,纷纷责怪并深感痛心,怨他竟不相信仅凭他们就足以克敌制胜,反而为了缺席之人而痛苦甚至以身犯险,就宛如信不过留在身边的这群人一样。

语法注3 条
  1. 38.1τὸ μέγεθος δωδεκάσκαλμον

    τὸ μέγεθος 是表示范围或方面的修饰性宾格(“在尺寸/大小上”),用以修饰形容词 δωδεκάσκαλμον(“十二桨的”)。

  2. 38.3ἄπορος ἦν βιασθῆναι τῷ κυβερνήτῃ

    形容词 ἄπορος 后接不定式 βιασθῆναι,τῷ κυβερνήτῃ 为关系与格或施事与格,整句意为“对舵手而言,强行通过/冲破阻碍是不可能的”。

  3. 38.4δυσπαθοῦντες εἰ μὴ πέπεισται

    在表达情感的动词分词(μεμφόμενοι, δυσπαθοῦντες)之后,由 εἰ 引导的从句用以表达愤慨或悲叹的原由(“对……感到不满/愤慨”),其功能相当于情感动词后的 ὅτι 从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:38.1-38.4