- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:39.1-39.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
处于补给困境的恺撒军虽展现出坚忍,却在防垒交战中惨遭败绩险失营地,恺撒本人亦九死一生。在庞培未行追击后,深自反省指挥失误的恺撒决意拔营,转战内陆马其顿攻打西庇阿以破僵局。
ἐκ τούτου κατέπλευσε μὲν Ἀντώνιος ἀπὸ Βρεντεσίου τὰς δυνάμεις ἄγων θαρρήσας δὲ Καῖσαρ προὐκαλεῖτο Πομπήϊον ἱδρυμένον ἐν καλῷ καί χορηγούμενον ἔκ τε γῆς καί θαλάττης ἀποχρώντως, αὐτὸς ἐν οὐκ ἀφθόνοις διάγων κατʼ ἀρχάς, ὕστερον δὲ καί σφόδρα πιεσθεὶς ἀπορίᾳ τῶν ἀναγκαίων, ἀλλὰ ῥίζαν τινὰ κόπτοντες οἱ στρατιῶται καί γάλακτι φυρῶντες προσεφέροντο.
此后,安东尼率领部队自布伦特西乌姆渡海抵达。恺撒因而重拾信心,向占据有利地势、并能自陆海两路获得充足补给的庞培发起挑战。恺撒自己起初就处境匮乏,后来更是因缺乏生活必需品而困顿不堪;但士兵们捣碎某种植物的根须,拌入乳汁进食。
καί ποτε καί διαπλάσαντες ἐξ αὐτῆς ἄρτους καί ταῖς προφυλακαῖς τῶν πολεμίων ἐπιδραμόντες ἔβαλλον εἴσω καί διερρίπτουν, ἐπιλέγοντες ὡς, ἄχρι ἂν ἡ γῆ τοιαύτας ἐκφέρῃ ῥίζας, οὐ παύσονται πολιορκοῦντες Πομπήϊον. ὁ μέντοι Πομπήϊος οὔτε τοὺς ἄρτους οὔτε τοὺς λόγους εἴα τούτους ἐκφέρεσθαι πρὸς τὸ πλῆθος. ἠθύμουν γὰρ οἱ στρατιῶται, τὴν ἀγριότητα καί τὴν ἀπάθειαν τῶν πολεμίων ὥσπερ θηρίων ὀρρωδοῦντες.
有一次,他们甚至用这种东西做成面包,冲向敌人的前哨哨所,将面包投掷进去并四处抛散,同时宣称:只要大地还长出这样的植物根,他们就绝不停止围困庞培。然而庞培却不允许将这些面包和话语传到众人耳中,因为他的将士们已然灰心丧气,对敌人那野兽般的凶顽与坚忍深怀畏惧。
ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι τοῖς Πομπηΐου μάχαι σποράδες ἐγίγνοντο καί περιῆν πάσαις ὁ Καῖσαρ πλὴν μιᾶς, ἐν ᾗ τροπῆς μεγάλης γενομένης ἐκινδύνευσεν ἀπολέσαι τὸ στρατόπεδον. Πομπηΐου γὰρ προσβάλλοντος οὐδεὶς ἔμεινεν, ἀλλὰ καί τάφροι κατεπίμπλαντο κτεινομένων, καί περὶ τοῖς αὑτῶν χαρακώμασι καὶ περιτειχίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτροπάδην.
在庞培的筑垒周围不断发生零星交战,除了一次以外,恺撒在其余所有交战中均占上风;而在那一次中,他的部队遭遇惨败,他险些丢掉军营。因为当庞培发起进攻时,无一人能坚守阵地,壕沟里填满了被杀者的尸首,将士们在自己的栅栏和外围工事旁被追逼得抱头鼠窜、相继倒地。
Καῖσαρ δὲ ὑπαντιάζων ἐπειρᾶτο μὲν ἀναστρέφειν τοὺς φεύγοντας, ἐπέραινε δὲ οὐδέν, ἀλλʼ ἐπιλαμβανομένου τῶν σημείων1 ἀπερρίπτουν οἱ κομίζοντες, ὥστε δύο καί τριάκοντα λαβεῖν τοὺς πολεμίους, αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν.2 ἀνδρὶ γὰρ μεγάλῳ καὶ ῥωμαλέῳ φεύγοντι παρʼ αὑτόν ἐπιβαλὼν τὴν χεῖρα μένειν ἐκέλευσε καί στρέφεσθαι πρὸς τοὺς πολεμίους ὁ δὲ μεστὸς ὢν ταραχῆς παρὰ τὸ δεινόν ἐπήρατο τὴν μάχαιραν ὡς καθιξόμενος, φθάνει δὲ ὁ τοῦ Καίσαρος ὑπασπιστὴς ἀποκόψας αὐτοῦ τὸν ὦμον.
恺撒迎上前去,试图喝阻逃跑者转身应战,却毫无成效;当他抓扯军旗时,旗手们甚至直接扔下军旗逃窜,以致敌人缴获了三十二面军旗,恺撒本人也险些丧命。原来,他将手搭在一个从身旁逃跑的高大强壮的士兵身上,命令他停下脚步转向敌人,但那人因危险当前而慌乱到了极点,竟举起利剑作势向他劈来;幸而恺撒的侍卫抢先一步,砍下了那人的臂膀。
οὕτω δὲ ἀπέγνω τὰ καθʼ αὑτόν ὥστε, ἐπεὶ Πομπήϊος ὑπʼ εὐλαβείας τινὸς ἢ τύχης ἔργῳ μεγάλῳ τέλος οὐκ ἐπέθηκεν, ἀλλὰ καθείρξας εἰς τὸν χάρακα τοὺς φεύγοντας ἀνεχώρησεν, εἶπεν ἄρα πρὸς τοὺς φίλους ἀπιὼν ὁ Καῖσαρ, σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.3
恺撒对自己的局势感到如此绝望,以至于当庞培出于某种谨慎或天意并未将这场大胜推向终局、反而在把逃跑者逼退回营垒之内后便撤军时,恺撒在离去时对朋友们说道: “倘若敌方拥有一个懂得如何取胜的人,今天的胜利本该属于敌人。”
αὐτὸς δὲ παρελθὼν εἰς τὴν σκηνὴν καὶ κατακλιθείς νύκτα πασῶν ἐκείνην ἀνιαροτάτην διήγαγεν ἐν ἀπόροις λογισμοῖς, ὡς κακῶς ἐστρατηγηκώς, ὅτι καί χώρας ἐπικειμένης βαθείας καὶ πόλεων εὐδαιμόνων τῶν Μακεδονικῶν καί Θετταλικῶν, ἐάσας ἐκεῖ περισπάσαι τὸν πόλεμον4 ἐνταῦθα καθέζοιτο πρὸς θαλάττῃ, ναυκρατούντων τῶν πολεμίων, πολιορκούμενος τοῖς ἀναγκαίοις μᾶλλον ἢ τοῖς ὅπλοις πολιορκῶν.
他独自走入营帐卧下,在绝望的沉思中度过了所有夜晚中最痛苦的一夜,深感自己指挥极度失当:因为身后紧邻着辽阔的土地以及马其顿与色萨利富庶的城邦,他却放着不把战火转移到那里去,反而在敌人控制海权的情况下驻扎在这海滨,以至于自己倒像是在被必需品的匮乏所围困,而非以武力围困敌人。
οὕτω δὴ ῥιπτασθεὶς καί ἀδημονήσας πρὸς τὴν ἀπορίαν καί χαλεπότητα τῶν παρόντων ἀνίστη τὸν στρατόν, ἐπὶ Σκηπίωνα προάγειν εἰς Μακεδονίαν ἐγνωκώς ἢ γὰρ ἐπισπάσεσθαι Πομπήϊον ὅπου μαχεῖται μὴ χορηγούμενος ὁμοίως ἀπὸ τῆς θαλάττης, ἢ περιέσεσθαι μεμονωμένου Σκηπίωνος.
就这样心烦意乱、在眼前困窘艰难的处境下极度焦虑之后,他拔营起兵,决定向马其顿进军攻打西庇阿;因为他认定,这要么能把庞培引向一个无法同样自海上获得补给的地方决战,要么能够乘西庇阿孤立无援而将其击破。
- 39.4ἐπιλαμβανομένου τῶν σημείων
此处为属格独立结构,但逻辑主语(恺撒)并未明写,而是由前文恺撒试图阻拦败兵的语境顺理成章地补出,意为“当他抓扯军旗时”。
- 39.4παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν
成语性句式,以 παρὰ μικρὸν 搭配 ἔρχομαι(或 γίγνομαι)并带补足不定词,意为“差一点就……”、“险些……”。
- 39.5σήμερον ἂν ἡ νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον
非真实条件句(与过去或当下事实相反),归结节用 ἄν 加上未完成过去时 ἦν,条件从句用未完成过去时 εἶχον。实质化现在分词 τὸν νικῶντα 意为“懂得如何取胜的人”。
- 39.6ἐάσας ἐκεῖ περισπάσαι τὸν πόλεμον
分词 ἐάσας(源自 ἐάω 的不定过去时)带不定词 περισπάσαι,意为“听任/未能将战事转移至该处”。
