← 普鲁塔克

恺撒传

§37.1-37.5

恺撒就任独裁官与冬季渡海远征希腊

恺撒回到罗马后作为独裁官迅速整顿内政,旋即就任执政官,并在冬季渡海先期抵达希腊;行军迟滞落后的士兵起初对恺撒怨声载道,但得知他已起航后,立刻转而自责悔恨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ἐπανελθόντα δὲ εἰς Ῥώμην Καίσαρα1 Πείσων μὲν ὁ πενθερὸς παρεκάλει πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ὑπὲρ διαλύσεως, Ἰσαυρικὸς δὲ Καίσαρι χαριζόμενος ἀντεῖπεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ τῆς βουλῆς φυγάδας τε κατήγαγε, καὶ τῶν ἐπὶ Σύλλα δυστυχησάντων τοὺς παῖδας ἐπιτίμους ἐποίησε, καὶ σεισαχθείᾳ τινὶ τόκων ἐκούφιζε τοὺς χρεωφειλέτας, ἄλλων τε τοιούτων ἥψατο πολιτευμάτων οὐ πολλῶν, ἀλλʼ ἐν ἡμέραις ἕνδεκα τὴν μὲν μοναρχίαν ἀπειπάμενος, ὕπατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουΐλιον Ἰσαυρικόν, εἴχετο τῆς στρατείας.

当恺撒回到罗马时,他的岳父皮索劝他遣使前往庞培处议和,但伊萨乌里库斯为了讨好恺撒而表示反对。恺撒被元老院推选为独裁官后,召回了流亡者,恢复了苏拉时代罹难者子女的公民权,并通过某种程度的减免利息来减轻债务人的负担;在施行了为数不多的类似政务后,他仅在十一天内就辞去了独裁权力,宣布自己与塞尔维利乌斯·伊萨乌里库斯为执政官,随即投身于军事远征。

§37.2

καὶ τὰς μὲν ἄλλας δυνάμεις καθʼ ὁδὸν ἐπειγόμενος παρῆλθεν, ἱππεῖς δὲ ἔχων λογάδας ἑξακοσίους καὶ πέντε τάγματα, χειμῶνος ἐν τροπαῖς ὄντος, ἱσταμένου Ἰαννουαρίου μηνὸς οὗτος δʼ ἂν εἴη Ποσειδεὼν Ἀθηναίοις ἀφῆκεν εἰς τὸ πέλαγος καὶ διαβαλὼν τὸν Ἰόνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἱρεῖ, τὰ δὲ πλοῖα πάλιν ἀπέπεμψεν εἰς Βρεντέσιον ἐπὶ τοὺς ὑστερήσαντας τῇ πορείᾳ στρατιώτας.

他在行军途中急匆匆地越过了其余部队,只率领六百名精选骑兵和五个军团,正当冬至前后、一月之初——按雅典人的历法当为波塞狄翁月——扬帆出海,横渡伊奥尼亚海,攻克了俄里克姆和阿波罗尼亚,随即将船只遣回布伦特西乌姆,去接运那些行军迟缓落后的士兵。

§37.3

οἱ δὲ ἄχρι μὲν καθʼ ὁδὸν ἦσαν, ἅτε δὴ καὶ παρηκμακότες ἤδη τοῖς σώμασι καὶ πρὸς τὰ πλήθη τῶν πολέμων ἀπειρηκότες, ἐν αἰτίαις εἶχον τὸν Καίσαρα· ποῖ δὴ καὶ πρὸς τί πέρας ἡμᾶς οὗτος ὁ ἀνὴρ καταθήσεται περιφέρων2 καὶ χρώμενος ὥσπερ ἀτρύτοις καὶ ἀψύχοις ἡμῖν; καὶ σίδηρος ἐξέκαμε πληγαῖς, καὶ θυρεοῦ τίς τίς φειδώ ἐν χρόνῳ τοσούτῳ καὶ θώρακος.3

然而,这些士兵在行进途中,由于年事已高、体力衰竭,又被接连不断的战事折磨得精疲力竭,心中对恺撒充满怨言: “这个男人究竟要把我们拖带到哪里,要到何种地步才会安置我们,把我们当作不知疲倦、没有生命的无情之物来驱使?就连铁器也会因击打而磨损,历经如此长久的岁月,盾牌和胸甲又何曾受到过爱惜?

§37.4

οὐδὲ ἀπὸ τῶν τραυμάτων ἄρα λογίζεται Καῖσαρ ὅτι θνητῶν μὲν ἄρχει, θνητὰ δὲ πεφύκαμεν πάσχειν καὶ ἀλγεῖν; ὥραν δὲ χειμῶνος καὶ πνεύματος ἐν θαλάττῃ καιρὸν οὐδὲ θεῷ βιάζεσθαι δυνατόν ἀλλʼ οὗτος παραβάλλεται καθάπερ οὐ διώκων πολεμίους, ἀλλὰ φεύγων. τοιαῦτα λέγοντες ἐπορεύοντο σχολαίως εἰς τὸ Βρεντέσιον.

难道恺撒甚至不能从伤口中认识到,他所统领的不过是凡人,我们生来就会遭受凡人的苦难与痛楚?冬令时节和海上的风浪,即便是神祇也无法强行违逆;可这个人却甘冒奇险,就好像他不是在追击敌人,而是在逃命一般。” 他们口中如此抱怨着,慢腾腾地向布伦特西乌姆行进。

§37.5

ὡς δὲ ἐλθόντες εὗρον ἀνηγμένον τὸν Καίσαρα, ταχὺ πάλιν αὖ μεταβαλόντες ἐκάκιζον ἑαυτούς προδότας ἀποκαλοῦντες τοῦ αὐτοκράτορος, ἐκάκιζον δὲ καὶ τοὺς ἡγεμόνας οὐκ ἐπιταχύναντας τὴν πορείαν. καθήμενοι δὲ ἐπὶ τῶν ἄκρων πρὸς τὸ πέλαγος καὶ τὴν Ἤπειρον ἀπεσκόπουν τὰς ναῦς ἐφʼ ὧν ἔμελλον περαιοῦσθαι πρὸς ἐκεῖνον.

然而,当他们到达并发现恺撒已经扬帆起航时,便立刻彻底变了态度,自责起来,骂自己是对统帅的背叛者,同时也痛斥那些没有加快行军速度的将领们。他们坐在海角之上,眺望着茫茫大海和伊庇鲁斯的方向,寻觅着将要载他们渡海前往恺撒那里的船只。

语法注3 条
  1. 37.1ἐπανελθόντα δὲ εἰς Ῥώμην Καίσαρα

    宾格短语 ἐπανελθόντα ... Καίσαρα 作为后文主句动词 παρεκάλει 的直接宾语被前置(倒装),用于交代场景转换并确立话题焦点(回到罗马的恺撒)。

  2. 37.3ποῖ δὴ καὶ πρὸς τί πέρας ἡμᾶς οὗτος ὁ ἀνὴρ καταθήσεται περιφέρων

    中间态 καταθήσεται(源自 κατατίθημι,“放下、安置”)在此处比喻性地表示“拖累折磨之后让我们安顿/卸下重担”。分词 περιφέρων 和接下来的 χρώμενος 表示伴随或手段,整句构成“把我们到处拖带、随意驱使之后,究竟要把我们安置到何处、何种结局”的绝望质问。

  3. 37.3θυρεοῦ τίς τίς φειδώ ἐν χρόνῳ τοσούτῳ καὶ θώρακος

    由疑问代词 τίς 与省略的系动词 ἐστί 构成的名词句,支配宾格性属格 θυρεοῦ ... καὶ θώρακος:“在这漫长岁月中,对盾牌和胸甲又何曾有过什么爱惜?”为反问修辞,意指连铠甲武器都会磨损殆尽,更何况血肉之躯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:37.1-37.5