← 普鲁塔克

恺撒传

§34.1-34.4

拉比埃努斯叛投与科尔菲尼乌姆的宽宥

执政官与元老们惊慌弃罗马出逃,副将拉比埃努斯亦叛投庞培;恺撒进围科尔菲尼乌姆,并以宽仁之德赦免了服毒自尽未遂的多米提乌斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.1

οἱ μὲν οὖν ὕπατοι μηδὲ ἃ νόμος ἐστὶ πρὸ ἐξόδου θύσαντες ἔφυγον ἔφευγον δὲ καί τῶν βουλευτῶν οἱ πλεῖστοι, τρόπον τινὰ διʼ ἁρπαγῆς ἀπὸ τῶν ἰδίων ὅ τι τύχοιεν ὥσπερ ἀλλοτρίων λαμβάνοντες, εἰσὶ δὲ οἳ καί σφόδρα τὰ Καίσαρος ᾑρημένοι πρότερον ἐξέπεσον ὑπὸ θάμβους τότε τῶν λογισμῶν1 καί συμπαρηνέχθησαν οὐδὲν δεόμενοι τῷ ῥεύματι τῆς φορᾶς ἐκείνης.

于是,执政官们甚至未曾遵照出征前的规矩行祭,便仓皇逃遁;绝大多数元老也纷纷出逃,如同劫掠一般,从自己的财产中随手抓取能拿到的一切,仿佛那些是外人的东西。甚至还有一些人此前曾极力拥护恺撒,此时也在惊骇之中丧失了理智,毫无必要地被那股奔逃的狂潮裹挟而去。

§34.2

οἰκτρότατον δὲ τὸ θέαμα τῆς πόλεως ἦν, ἐπιφερομένου τοσούτου χειμῶνος, ὥσπερ νεὼς ὑπὸ κυβερνητῶν ἀπαγορευόντων πρὸς τὸ συντυχὸν ἐκπεσεῖν κομιζομένης.2 ἀλλὰ καίπερ οὕτω τῆς μεταστάσεως οἰκτρᾶς οὔσης, τὴν μὲν φυγὴν οἱ ἄνθρωποι πατρίδα διὰ Πομπήϊον ἡγοῦντο, τὴν δὲ Ῥώμην ὡς Καίσαρος στρατόπεδον ἐξέλειπον· ὅπου καί Λαβιηνός, ἀνὴρ ἐν τοῖς μάλιστα φίλοις Καίσαρος καί πρεσβευτὴς γεγονὼς καί συνηγωνισμένος ἐν πᾶσι προθυμότατα τοῖς Κελτικοῖς πολέμοις, τότʼ ἐκεῖνον ἀποδρὰς ἀφίκετο πρὸς Πομπήϊον.

当如此剧烈的暴风雨袭来之时,城中的景象最是凄惨,宛如一艘被绝望的舵手们任由漂流、听凭撞上任何障碍的船只。然而,迁离虽然这般凄凉,人们却因庞培的缘故将流亡之地视作祖国,反将罗马当作恺撒的营盘而加以遗弃;要知道,就连拉比埃努斯——恺撒最亲密的朋友之一,曾担任他的副使并在所有高卢战争中极其热忱地与他并肩作战的人物——此时也从恺撒身边逃脱,投奔了庞培。

§34.3

ἀλλὰ τούτῳ μὲν καί τὰ χρήματα καί τὰς ἀποσκευὰς ἀπέπεμψεν ὁ Καῖσαρ Δομετίῳ δὲ ἡγουμένῳ σπειρῶν τριάκοντα καί κατέχοντι Κορφίνιον ἐπελθὼν παρεστρατοπέδευσεν. ὁ δὲ ἀπογνοὺς τὰ καθʼ ἑαυτόν ᾔτησε τὸν ἰατρὸν οἰκέτην ὄντα φάρμακον3 καί λαβὼν τὸ δοθὲν ἔπιεν ὡς τεθνηξόμενος.

然而,恺撒却将钱财和辎重都给拉比埃努斯送了过去;随后他进军逼近率领三十个步兵队占据科尔菲尼乌姆的多米提乌斯,在其近旁扎下营盘。多米提乌斯对自身处境感到绝望,便向身兼家奴的医师索要毒药,接过给他的东西服下,以为自己必死无疑。

§34.4

μετʼ ὀλίγον δὲ ἀκούσας τὸν Καίσαρα θαυμαστῇ τινι φιλανθρωπίᾳ χρῆσθαι πρὸς τοὺς ἑαλωκότας, αὐτὸς αὑτὸν ἀπεθρήνει καί τὴν ὀξύτητα τοῦ βουλεύματος ᾐτιᾶτο. τοῦ δʼ ἰατροῦ θαρρύναντος αὐτόν, ὡς ὑπνωτικόν, οὐ θανάσιμον, πεπωκότα,4 περιχαρὴς ἀναστὰς ἀπῄει πρὸς Καίσαρα, καί λαβὼν δεξιάν αὖθις διεξέπεσε πρὸς Πομπήϊον. ταῦτα εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺς ἀνθρώπους ἡδίους ἐποίει, καί τινες φυγόντες ἀνέστρεψαν.

然而不久之后,他听闻恺撒以令人赞叹的仁德对待被俘者,便痛哭自怜,懊悔自己决断过于鲁莽仓促。医师安慰他说,他服下的只是安眠药而非致命剧毒;他欣喜若狂地站起身来,前往谒见恺撒,在恺撒向他施予右手以示赦免后,他又一次抽身逃向了庞培。这些消息传到罗马,使人们宽心了许多,一些逃亡之人也折返了回来。

语法注4 条
  1. 34.1ἐξέπεσον ὑπὸ θάμβους τότε τῶν λογισμῶν

    动词 ἐξέπεσον(源自 ἐκπίπτω)支配属格 τῶν λογισμῶν,作分离属格,意为“丧失理智/判断力”。介词短语 ὑπὸ θάμβους 表示原因(“出于惊恐”)。

  2. 34.2ὥσπερ νεὼς ὑπὸ κυβερνητῶν ἀπαγορευόντων πρὸς τὸ συντυχὸν ἐκπεσεῖν κομιζομένης

    由属格绝对结构(νεὼς... κομιζομένης)构成的明喻。不定式 ἐκπεσεῖν 与介词短语 πρὸς τὸ συντυχόν(“听凭遭遇任何障碍/听天由命”)结合,修饰 κομιζομένης,表示漂流导致的结果或走向(“任由漂流撞滩”)。分词 ἀπαγορευόντων 修饰舵手 κυβερνητῶν,意指其力竭放弃或绝望。

  3. 34.3ᾔτησε τὸν ἰατρὸν οἰκέτην ὄντα φάρμακον

    动词 αἰτέω 支配双宾格:人(τὸν ἰατρόν)与事物(φάρμακον),意为“向医生索取毒药”。短语 οἰκέτην ὄντα 是修饰 τὸν ἰατρόν 的分词短语,意为“身为家奴的医生”。

  4. 34.4ὡς ὑπνωτικόν, οὐ θανάσιμον, πεπωκότα

    带有连词 ὡς 的宾格分词 πεπωκότα 与前面的代词 αὐτόν(多米提乌斯)同格一致,在动词 θαρρύναντος 之后起间接引语作用,表达医生宽慰他时陈述的内容:“声称他服下的是安眠药,而非致命之药”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:34.1-34.4