- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:35.1-35.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒收编敌军并在未流血的情况下掌控全意大利,在追击逃亡的庞培前回师罗马与元老院交涉,并以武力恐吓退阻挠国库拨款的保民官梅特路斯,迅速筹备战资。
ὁ δὲ Καῖσαρ τήν τε Τοῦ Δομετίου στρατιὰν παρέλαβε καί τοὺς ἄλλους, ὅσους ἐν ταῖς πόλεσι Πομπηΐῳ στρατολογουμένους ἔφθασε καταλαβών.1 πολὺς δὲ γεγονὼς ἤδη καί φοβερός ἐπʼ αὐτὸν ἤλαυνε Πομπήϊον. ὁ δὲ οὐκ ἐδέξατο τήν ἔφοδον, ἀλλʼ εἰς Βρεντέσιον φυγών τοὺς μὲν ὑπάτους πρότερον ἔστειλε μετὰ δυνάμεως εἰς Δυρράχιον, αὐτὸς δὲ ὀλίγον ὕστερον ἐπελθόντος Καίσαρος ἐξέπλευσεν, ὡς ἐν τοῖς περὶ ἐκείνου γραφησομένοις τὰ καθʼ ἕκαστον δηλωθήσεται.
恺撒收编了多米提乌斯的军队,也将其他所有在各城市中为庞培征召、而被他抢先捕获的人马收归己有。此时他已势大难挡、令人畏惧,遂向庞培本人进发。庞培却不敢迎击他的逼近,反而逃往布伦迪西乌姆;他先派遣两位执政官率军前往狄拉奇乌姆,自己则在稍后恺撒逼近时扬帆出海,这将在他的传记中详加记述。
Καίσαρι δὲ βουλομένῳ μὲν εὐθὺς διώκειν ἀπορία νεῶν ἦν εἰς δὲ τήν Ῥώμην ἀνέστρεψε, γεγονὼς ἐν ἡμέραις ἑξήκοντα πάσης ἀναιμωτὶ τῆς Ἰταλίας κύριος.ἐπεὶ δὲ καί τήν πόλιν εὗρε μᾶλλον ἢ προσεδόκα καθεστῶσαν καί τῶν ἀπὸ βουλῆς ἐν αὐτῇ συχνούς, τούτοις μὲν ἐπιεικῆ καί δημοτικὰ διελέχθη, παρακαλῶν αὐτοὺς καί πρὸς Πομπήϊον ἀποστέλλειν ἄνδρας ἐπὶ συμβάσεσι πρεπούσαις· ὑπήκουσε δʼ οὐδείς, εἴτε φοβούμενοι Πομπήϊον ἐγκαταλελειμμένον, εἴτε μὴ νομίζοντες οὕτω Καίσαρα φρονεῖν, ἀλλʼ εὐπρεπείᾳ λόγων χρῆσθαι.
恺撒本欲立即追击,却苦于缺少船只;于是他折返罗马,在六十天之内未经流血便成为了全意大利的主人。他发现城中比预想的更为平静,元老院中留下的议员也颇多,便以宽大亲民的态度与他们交谈,敦促他们也遣使前往庞培处商议适宜的和约;但无人听从,不知是因为畏惧被弃置的庞培,还是认为恺撒并非真心如此想,而只是在使用冠冕堂皇的辞令。
τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀποθέτων χρήματα λαμβάνειν καί νόμους τινὰς προφέροντος, οὐκ ἔφη τὸν αὐτὸν ὅπλων καί νόμων καιρὸν εἶναι· σὺ δὲ εἰ τοῖς πραττομένοις δυσκολαίνεις, νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος ὅταν δὲ κατάθωμαι τὰ ὅπλα συμβάσεων γενομένων, τότε παριὼν δημαγωγήσεις, καὶ ταῦτα ἔφη, λέγω τῶν ἐμαυτοῦ δικαίων ὑφιέμενος2 ἐμὸς γὰρ εἰ καί σὺ καί πάντες ὅσους εἴληφα τῶν πρὸς ἐμὲ στασιασάντων.
保民官梅特路斯阻止他从特别库藏中支取钱财,并援引了某些法律,恺撒却声称武器的时刻与法律的时刻绝非相同。 “你若是对正在做的事情感到不满,此刻且走开去;因为战争不需要直言不讳的自由。等到达成和约、我放下武器之时,你再站出来煽动民众吧。并且我说这番话,”他说,“乃是在让渡我自己的权利;因为无论是你,还是我所俘获的所有与我作对的反叛者,都已经是我的囊中之物了。”
ταῦτα πρὸς τὸν Μέτελλον εἰπών ἐβάδιζε πρὸς τὰς θύρας τοῦ ταμιείου, μὴ φαινομένων δὲ τῶν κλειδῶν χαλκεῖς μεταπεμψάμενος ἐκκόπτειν ἐκέλευεν αὖθις δὲ ἐνισταμένου τοῦ Μετέλλου καί τινων ἐπαινούντων, διατεινάμενος ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύσαιτο παρενοχλῶν. καί τοῦτο, ἔφη, μειράκιον, οὐκ ἀγνοεῖς ὅτι μοι δυσκολώτερον ἦν εἰπεῖν ἢ πρᾶξαι3 οὗτος ὁ λόγος τότε καί Μέτελλον ἀπελθεῖν ἐποίησε καταδείσαντα καί τὰ ἄλλα ῥᾳδίως αὐτῷ καί ταχέως ὑπηρετεῖσθαι πρὸς τὸν πόλεμον.
他对梅特路斯说完这番话,便向国库的大门走去,见钥匙不见踪影,便召来铁匠命令他们砸开大门。当梅特路斯再次阻拦并有人出声赞许时,恺撒提高声调威胁说,若不停止捣乱就将他处死。 “而且这件事,年轻人,”他说,“你不会不知道,对我而言说出口要比做出来艰难得多。” 这番话让梅特路斯吓得当即退去,也让其余一切军需物资得以轻松而迅速地为恺撒的战事筹备齐全。
- 35.1ἔφθασε καταλαβών
动词 φθάνω 与补充性分词 καταλαβών 构成的惯用句式,表示动作在时间上的抢先:“先下手捕获”或“抢在……之前捕获”。此处修饰关系代词 ὅσους 引出的宾语。
- 35.3τῶν ἐμαυτοῦ δικαίων ὑφιέμενος
中动分词 ὑφιέμενος 接表示分离或让步的属格 τῶν ἐμαυτοῦ δικαίων,意为“让出/放弃我自己的合法权利”。这为后文说明梅特路斯在法律地位上早已属于恺撒的战俘这一理由作铺垫。
- 35.4μοι δυσκολώτερον ἦν εἰπεῖν ἢ πρᾶξαι
未完成过去时 ἦν 搭配比较级形容词 δυσκολώτερον 及不定词 εἰπεῖν / πρᾶξαι,表示客观的心态特征:“对我而言,把这话说出口比实际动手更令我为难/困难”,以此强化其死亡威胁的真实性与决绝。
