- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:33.1-33.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒占领阿里米努姆使意大利全境及罗马陷入极度恐慌;庞培在四面楚歌与流言惊恐中丧失理性决断,最终宣布进入非常状态并率元老院弃城出逃。
ἐπεὶ δὲ κατελήφθη τὸ Ἀρίμινον, ὥσπερ ἀνεῳγμένου τοῦ πολέμου πλατείαις πύλαις ἐπὶ πᾶσαν ὁμοῦ τὴν γῆν καὶ θάλασσαν, καὶ συγκεχυμένων ἅμα τοῖς ὅροις τῆς ἐπαρχίας τῶν νόμων τῆς πόλεως, οὐκ ἄνδρας ἄν τις ᾠήθη καὶ γυναῖκας, ὥσπερ ἄλλοτε, σὺν ἐκπλήξει διαφοιτᾶν τῆς Ἰταλίας, ἀλλὰ τὰς πόλεις αὐτὰς1 ἀνισταμένας φυγῇ διαφέρεσθαι διʼ ἀλλήλων, τὴν δὲ Ῥώμην ὥσπερ ὑπὸ ῥευμάτων πιμπλαμένην φυγαῖς τῶν πέριξ δήμων καὶ μεταστάσεσιν, οὔτε ἄρχοντι πεῖσαι ῥᾳδίαν οὖσαν οὔτε λόγῳ καθεκτήν, ἐν πολλῷ κλύδωνι καὶ σάλῳ μικρὸν ἀπολιπεῖν αὐτὴν ὑφʼ αὑτῆς ἀνατετράφθαι.2 πάθη γὰρ ἀντίπαλα καὶ βίαια κατεῖχε κινήματα πάντα τόπον.
当阿里米努姆被攻占时,战争仿佛敞开大门,同时倾泻到所有的陆地和海洋之上,城邦的法律也同行省的边界一同陷入混乱,人们会以为,并非如往常那样只是男人和女人们惊恐地在意大利各地逃亡,而是整座整座的城池拔地而起,在逃奔中彼此冲撞离散;而罗马宛如被奔涌的洪流灌满一般,挤满了周围市镇逃离和迁徙来的人群,既不易被执政官员说服,又无法用言辞来约束,在巨大的风浪与颠簸之中,差一点就被自身颠覆。因为互相对立的狂热情绪与狂暴的动荡充斥着每一个角落。
οὔτε γὰρ τὸ χαῖρον ἡσυχίαν ἦγεν, ἀλλὰ τῷ δεδοικότι καὶ λυπουμένῳ κατὰ πολλὰ συμπῖπτον ἐν μεγάλῃ πόλει καὶ θρασυνόμενον ὑπὲρ τοῦ μέλλοντος διʼ ἐρίδων ἦν, αὐτόν τε Πομπήϊον ἐκπεπληγμένον ἄλλος ἀλλαχόθεν ἐτάραττε, τοῖς μὲν, ὡς ηὔξησε Καίσαρα καθʼ ἑαυτοῦ καὶ τῆς ἡγεμονίας, εὐθύνας ὑπέχοντα, τῶν δέ, ὅτι παρείκοντα καὶ προτεινόμενον εὐγνώμονας διαλύσεις ἐφῆκε τοῖς περὶ Λέντλον ὑβρίσαι, κατηγορούντων.3
欢欣鼓舞之辈绝不安分,反而在大城各处与恐惧悲伤的人们碰撞冲突,恃未来的前景而骄狂,引发种种纷争;而庞培自身也已惊慌失措,众人从四面八方使他烦乱不安:对一些人而言,他因使恺撒壮大到危及自身和统治地位而不得不承受追责;而另一些人则指责他,在恺撒退让并提出合情合理的和解方案时,竟听凭伦图卢斯等人加以侮辱。
Φαώνιος δὲ αὐτόν ἐκέλευε τῷ ποδὶ κτυπεῖν τὴν γῆν, ἐπεὶ μεγαληγορῶν ποτε πρὸς τὴν σύγκλητον οὐδὲν εἴα πολυπραγμονεῖν οὐδὲ φροντίζειν ἐκείνους τῆς ἐπὶ τὸν πόλεμον παρασκευῆς· αὐτὸς γὰρ, ὅταν ἐπίῃ, κρούσας τὸ ἔδαφος τῷ ποδὶ στρατευμάτων ἐμπλήσειν τὴν Ἰταλίαν.
法奥尼乌斯则吩咐他用脚踏地,因为他曾对元老院夸下海口,不许他们过问或为备战操心;他说只要战事临头,他自己用脚往地上一踏,就能使军队铺满整个意大利。
οὐ μὴν ἀλλὰ καὶ τότε πλήθει δυνάμεως ὑπερέβαλλεν ὁ Πομπήϊος τὴν Καίσαρος· εἴασε δʼ οὐδεὶς τὸν ἄνδρα χρήσασθαι τοῖς ἑαυτοῦ λογισμοῖς, ἀλλὰ ὑπʼ ἀγγελμάτων πολλῶν καὶ ψευδῶν καὶ φόβων, ὡς ἐφεστῶτος ἤδη τοῦ πολέμου καὶ πάντα κατέχοντος, εἴξας καὶ συνεκκρουσθεὶς τῇ πάντων φορᾷ ψηφίζεται ταραχὴν ὁρᾶν,4 καὶ τὴν πόλιν ἐξέλιπε κελεύσας ἕπεσθαι τὴν γερουσίαν, καὶ μηδένα μένειν τῶν πρὸ τῆς τυραννίδος ᾑρημένων τὴν πατρίδα καὶ τὴν ἐλευθερίαν.
尽管如此,即便在那时,庞培在兵力数量上也依然超过了恺撒;但谁也不容许他运用自己的理智,相反,在诸多虚假传闻以及战争已迫在眉睫且席卷一切的恐惧压迫下,他退缩了,被众人的狂潮裹挟着宣布进入动乱状态,并下令元老院随他出走,且凡是选择祖国与自由而不愿屈从僭政者,一概不得留在城中,随后便弃城而去。
- 33.1οὐκ ἄνδρας ἄν τις ᾠήθη καὶ γυναῖκας ... ἀλλὰ τὰς πόλεις αὐτὰς
带有 ἄν 的过去直陈式(ἄν τις ᾠήθη),表示潜在或过去非真实情况(“人们大概会以为……”)。其后所支配的不定词 διαφοιτᾶν 与 διαφέρεσθαι 的逻辑主语通过 οὐκ ... ἀλλά 形成对比,分别为 ἄνδρας καὶ γυναῖκας 与 τὰς πόλεις αὐτάς。
- 33.2μικρὸν ἀπολιπεῖν αὐτὴν ὑφʼ αὑτῆς ἀνατετράφθαι
承接前文主动词 ᾠήθη ἄν τις 的不定词分句,受词/逻辑主语为 τὴν δὲ Ῥώμην。短语 μικρὸν ἀπολιπεῖν 作用等同于常见的非人称表达 μικροῦ δεῖν(“差一点……”、“几近于”),其后接完成时被动不定词 ἀνατετράφθαι。
- 33.3τοῖς μὲν, ὡς ηὔξησε Καίσαρα καθʼ ἑαυτοῦ καὶ τῆς ἡγεμονίας, εὐθύνας ὑπέχοντα, τῶν δέ, ὅτι παρείκοντα καὶ προτεινόμενον εὐγνώμονας διαλύσεις ἐφῆκε τοῖς περὶ Λέντλον ὑβρίσαι, κατηγορούντων
不对称的平行转换结构。前半部分的阳性宾格分词 εὐθύνας ὑπέχοντα 修饰直接宾语 αὐτὸν Πομπήϊον,带与格 τοῖς μέν(“向一部分人交代责任”);而后半部分则转为属格独立结构(τῶν δέ ... κατηγορούντων),直接以另一群谴责者作为施事主语。
- 33.5ψηφίζεται ταραχὴν ὁρᾶν
普鲁塔克用希腊语转译罗马宪制术语 tumultum decernere(“宣布骚乱/非常状态”)。动词不定词 ὁρᾶν 带有“留意/处置”之意,指通过法令正式确认并应对国家紧急危难。
