← 普鲁塔克

恺撒传

§32.1-32.6

跨越卢比孔河与占领阿里米努姆

恺撒派遣手头的少数部队突袭阿里米努姆,自己则秘密离开宴席赶往卢比孔河。在河畔,他因事关重大而犹豫不决,最终说出名言跨过界河,占领了阿里米努姆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἦσαν μὲν οὖν περὶ αὐτὸν οὐ πλείους ἱππέων τριακοσίων καὶ πεντακισχιλίων ὁπλιτῶν τὸ γὰρ ἄλλο στράτευμα πέραν Ἄλπεων ἀπολελειμμένον ἔμελλον ἄξειν οἱ πεμφθέντες. ὁρῶν δὲ τὴν ἀρχὴν ὧν ἐνίστατο πραγμάτων καὶ τὴν ἔφοδον οὐ πολυχειρίας δεομένην ἐν τῷ παρόντι μᾶλλον ἢ θάμβει τε τόλμης καὶ τάχει καιροῦ καταληπτέαν οὖσαν,1 ἐκπλήξειν γὰρ ἀπιστούμενος ῥᾷον ἢ βιάσεσθαι μετὰ παρασκευῆς ἐπελθών,2 τοὺς μὲν ἡγεμόνας καὶ ταξιάρχους ἐκέλευσε μαχαίρας ἔχοντας ἄνευ τῶν ἄλλων ὅπλων κατασχεῖν Ἀρίμινον τῆς Κελτικῆς μεγάλην πόλιν, ὡς ἐνδέχεται μάλιστα φεισαμένους φόνου καὶ ταραχῆς Ὁρτησίῳ δὲ τὴν δύναμιν παρέδωκεν.

当时,在他身边只有不过三百名骑兵和五千名重装步兵;因为其余的军队留在阿尔卑斯山以北,正有待派去的人带引前来。然而他看到,自己正在着手的事业之开端与进袭,在眼下并不需要庞大的人手,而毋宁必须凭借大胆所带来的震撼与时机的迅捷加以把握——因为他认为,出其不意比大张旗鼓地进军以武力强攻更容易令人惊骇——于是他命令各队长和百夫长只带短剑而不带其他武器去夺取高卢的大城阿里米努姆,尽可能避免流血和混乱;他将这支队伍交给了霍尔滕修斯。

§32.3

αὐτὸς δὲ τὴν μὲν ἡμέραν διῆγεν ἐν φανερῷ μονομάχοις ἐφεστὼς γυμναζομένοις καὶ θεώμενος μικρὸν δὲ πρὸ ἑσπέρας θεραπεύσας τὸ σῶμα καὶ παρελθὼν εἰς τὸν ἀνδρῶνα καὶ συγγενόμενος βραχέα τοῖς παρακεκλημένοις ἐπὶ τὸ δεῖπνον, ἤδη συσκοτάζοντος ἐξανέστη, τοὺς μὲν ἄλλους φιλοφρονηθεὶς καὶ κελεύσας περιμένειν αὐτὸν ὡς ἐπανελευσόμενον, ὀλίγοις δὲ τῶν φίλων προείρητο μὴ κατὰ τὸ αὐτὸ πάντας, ἄλλον δὲ ἄλλῃ διώκειν.

他自己则白昼留在众人看得到的地方,守在受训的角斗士身旁观看;黄昏前不久,他打理了仪容,走进大厅,与受邀共进晚餐的人们寒暄了片刻。天色已暗时他便起身离席,亲切地叮嘱其他人等他回来,但他事先已吩咐少数朋友不要所有人走同一条路,而是各自从不同方向跟上。

§32.4

αὐτὸς δὲ τῶν μισθίων ζευγῶν ἐπιβὰς ἑνός ἤλαυνεν ἑτέραν τινὰ πρῶτον ὁδόν, εἶτα πρὸς τὸ Ἀρίμινον ἐπιστρέψας, ὡς ἦλθεν ἐπὶ τὸν διορίζοντα τὴν ἐντὸς Ἄλπεων Γαλατίαν ἀπὸ τῆς ἄλλης Ἰταλίας ποταμὸν (Ῥουβίκων καλεῖται), καὶ λογισμὸς αὐτὸν εἰσῄει μᾶλλον ἐγγίζοντα τῷ δεινῷ καὶ περιφερόμενον τῷ μεγέθει τῶν τολμωμένων, ἔσχετο δρόμου·3 καὶ τὴν πορείαν ἐπιστήσας πολλὰ μὲν αὐτὸς ἐν ἑαυτῷ διήνεγκε σιγῇ τὴν γνώμην ἐπʼ ἀμφότερα μεταλαμβάνων, καὶ τροπὰς ἔσχεν αὐτῷ τότε τὸ βούλευμα πλείστας πολλὰ δὲ καὶ τῶν φίλων τοῖς παροῦσιν, ὧν ἦν καὶ Πολλίων Ἀσίννιος, συνδιηπόρησεν, ἀναλογιζόμενος ἡλίκων κακῶν ἄρξει πᾶσιν ἀνθρώποις ἡ διάβασις, ὅσον τε λόγον αὐτῆς τοῖς αὖθις ἀπολείψουσι.

他自己登上一辆雇来的大车,起初沿着另一条道路疾驰,随后转往阿里米努姆方向;当他来到划分阿尔卑斯山内高卢与意大利其他地方的河流(被称为卢比孔河)时,随着他越来越逼近险境,心神被所冒险举的重大程度所激荡,深思涌上心头,他止住了疾行。他停下行程,独自在沉默中反复权衡,心意在两可之间往复变动,他的决断在当时经历了一次又一次的动摇。他也向在场的朋友们——阿西尼乌斯·波利奥便在其中——详尽倾诉了自己的困惑,反复思忖这次渡河将给全人类带来多么巨大的灾难,以及他们又将在后世留下关于它多么大的议论。

§32.6

τέλος δὲ μετὰ θυμοῦ τινος ὥσπερ ἀφεὶς ἑαυτὸν ἐκ τοῦ λογισμοῦ πρὸς τὸ μέλλον, καὶ τοῦτο δὴ τὸ κοινὸν τοῖς εἰς τύχας ἐμβαίνουσιν ἀπόρους καὶ τόλμας προοίμιον ὑπειπὼν, Ἀνερρίφθω κύβος,4 ὥρμησε πρὸς τὴν διάβασιν καὶ δρόμῳ τὸ λοιπὸν ἤδη χρώμενος εἰσέπεσε πρὸ ἡμέρας εἰς τὸ Ἀρίμινον καὶ κατέσχε. λέγεται δὲ τῇ προτέρᾳ νυκτὶ τῆς διαβάσεως ὄναρ ἰδεῖν ἔκθεσμον ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν ἄρρητον μῖξιν.

但最终,他带着一股冲动,仿佛从理智中脱身把自己交付给未来,并轻声说出了那些踏入绝境与冒险的人们所常引用的开场白: “让骰子掷下去吧!” 他便冲向渡口,此后便以疾速前进,在黎明之前突入阿里米努姆并占领了该城。据说在渡河的前一夜,他做了一个荒谬反常的梦:他仿佛与自己的母亲有了不可言说的媾和。

语法注4 条
  1. 32.1ὁρῶν δὲ τὴν ἀρχὴν ὧν ἐνίστατο πραγμάτων καὶ τὴν ἔφοδον οὐ πολυχειρίας δεομένην ἐν τῷ παρόντι μᾶλλον ἢ θάμβει τε τόλμης καὶ τάχει καιροῦ καταληπτέαν οὖσαν

    分词 ὁρῶν 支配了两个作补足语的分词短语 δεομένην 和 καταληπτέαν οὖσαν(后者为动词性形容词与系动词分词的复合表达),起间接引语作用。关系代词 ὧν 是从原本应有的宾格(τούτων ἃ ἐνίστατο)被吸引至先行词本该有的属格位置(关系代词的吸引)。

  2. 32.2ἐκπλήξειν γὰρ ἀπιστούμενος ῥᾷον ἢ βιάσεσθαι μετὰ παρασκευῆς ἐπελθών

    在由 γάρ 引导的理由句中,主格分词 ἀπιστούμενος(“因未被料到”)和 ἐπελθών 修饰未来不定式 ἐκπλήξειν 与 βιάσεσθαι 的逻辑主语(恺撒),这些不定式依赖于暗含的思维动词(如 ᾤετο)或承接主句 ἐκέλευσε 的意图,构成了典型的主格加不定式结构。

  3. 32.4ὡς ἦλθεν ... καὶ λογισμὸς αὐτὸν εἰσῄει ... ἔσχετο δρόμου

    该长句的主干为时间从句“ὡς ἦλθεν ... καὶ λογισμὸς αὐτὸν εἰσῄει ...”与主句“ἔσχετο δρόμου”。连词 καὶ 连接了 ὡς 从句内部的两个并列谓语动词 ἦλθεν 和 εἰσῄει。亦可将 καὶ 视为接在 ὡς 之后的后接性(apodotic)连词,但从文意与结构看,ἔσχετο δρόμου 才是无可争议的主句谓语。

  4. 32.6Ἀνερρίφθω κύβος

    动词 ἀναρρίπτω 的第三人称单数完成时被动态命令法。字面意为“让骰子掷下吧[并保持这一状态]”。虽按拉丁语传统(iacta alea est)多被意译为完成时陈述句“骰子已经掷下”,但其语法形态为命令法,表达做出决断并将结果交付命运的不容撤回之态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:32.1-32.6