← 普鲁塔克

恺撒传

§31.1-31.2

西塞罗调解失败与恺撒获得开战口实

恺撒提出妥协方案,西塞罗亦试图与庞培斡旋,但执政官兰图鲁斯一派强硬拒绝并驱逐了安东尼与库里奥,从而为恺撒提供了进军起兵的绝佳口实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

ἐπεὶ δὲ παρὰ Καίσαρος ἧκον ἐπιστολαὶ μετριάζειν δοκοῦντος ἠξίου γὰρ ἀφεὶς τὰ ἄλλα πάντα τὴν ἐντὸς Ἄλπεων1 καὶ τὸ Ἰλλυρικὸν μετὰ δυεῖν ταγμάτων αὐτῷ δοθῆναι, μέχρι οὗ τὴν δευτέραν ὑπατείαν μέτεισι, καὶ Κικέρων ὁ ῥήτωρ ἄρτι παρὼν ἐκ Κιλικίας καὶ διαλλαγὰς πράττων ἐμάλαττε τὸν Πομπήϊον, ὁ δὲ τἆλλα συγχωρῶν2 τοὺς στρατιώτας ἀφῄρει. καὶ Κικέρων μὲν ἔπειθε τοὺς Καίσαρος φίλους συνενδόντας ἐπὶ ταῖς εἰρημέναις ἐπαρχίαις καὶ στρατιώταις μόνοις ἑξακισχιλίοις ποιεῖσθαι τὰς διαλύσεις, Πομπηΐου δὲ καμπτομένου καὶ διδόντος οἱ περὶ Λέντλον οὐκ εἴων ὑπατεύοντες,3 ἀλλὰ καὶ τῆς βουλῆς Ἀντώνιον καὶ Κουρίωνα προπηλακίσαντες ἐξήλασαν ἀτίμως, τὴν εὐπρεπεστάτην Καίσαρι τῶν προφάσεων αὐτοὶ μηχανησάμενοι, καὶ διʼ ἧς μάλιστα τοὺς στρατιώτας παρώξυνεν, ἐπιδεικνύμενος ἄνδρας ἐλλογίμους καὶ ἄρχοντας ἐπὶ μισθίων ζευγῶν πεφευγότας ἐν ἐσθῆσιν οἰκετικαῖς. οὕτω γὰρ ἀπὸ Ῥώμης σκευάσαντες ἑαυτοὺς διὰ φόβον ὑπεξῄεσαν.

然而,当似乎表现得十分克制的恺撒送来信件时——因为他放弃其余一切,要求将阿尔卑斯山内高卢和伊利里亚连同两个军团交给他,直到他谋求第二次执政官职位为止——加之刚从奇里乞亚赶回、正斡旋和解的演说家西塞罗软化了庞培的态度,庞培虽然在其他方面做出让步,却要剥夺其军队。西塞罗劝说恺撒的朋友们做出妥协,在前述行省和仅六千名士兵的条件下达成和解;尽管庞培正在让步并准备同意,但身为执政官的兰图鲁斯一派却不肯应允,反而对安东尼和库里奥施以侮辱,将他们极不体面地驱逐出元老院。这反而让他们自己给恺撒提供了最冠冕堂皇的借口,恺撒也正是凭此最大程度地激怒了士兵们,向他们展示了身穿奴仆服装、乘坐雇来的大车逃难而来的显赫人士和长官们。因为他们正是出于恐惧,才这般乔装打扮从罗马潜逃出来的。

语法注3 条
  1. 31.1τὴν ἐντὸς Ἄλπεων

    习惯用法,阴性单数宾格冠词 τὴν 后省略了名词 Γαλατίαν(高卢),指阿尔卑斯山脉内侧(南侧)的高卢(南高卢/山内高卢)。

  2. 31.1ὁ δὲ τἆλλα συγχωρῶν

    句首连词 ἐπεί 统领带有 ἧκον 与 ἐμάλαττε 的从句,随后主句由带有归结性 δέ(即 apodotic δέ)引出。主语 ὁ δὲ 指代前文的庞培。

  3. 31.2οἱ περὶ Λέντλον οὐκ εἴων ὑπατεύοντες

    短语“οἱ περὶ + 宾格人名”表示该人物及其追随派系,在此处与现在分词复数 ὑπατεύοντες(担任执政官)相呼应,指兰图鲁斯、其执政官同僚及所属党派。未完成过去时 οὐκ εἴων(不肯允许)表现出持续顽固的阻挠态度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:31.1-31.2