← 普鲁塔克

恺撒传

§30.1-30.3

同时解除武装的妥协方案与元老院争端

恺撒提出自己与庞培同时放下武器的妥协方案,获得民众和元老院绝大多数的支持,但因强硬派的激烈阻挠而导致元老院争执不休并最终休会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§30.1

οὐ μὴν ἀλλʼ ἥ γε παρὰ Καίσαρος ἀξίωσις τὸ πρόσχημα τῆς δικαιολογίας λαμπρὸν εἶχεν. ἠξίου γὰρ αὐτός τε καταθέσθαι τὰ ὅπλα, καὶ Πομπηΐου ταὐτὸ πράξαντος ἀμφοτέρους ἰδιώτας γενομένους εὑρίσκεσθαί τι παρὰ τῶν πολιτῶν ἀγαθόν, ὡς τοὺς αὐτὸν μὲν ἀφαιρουμένους, ἐκείνῳ δὲ ἣν εἶχε βεβαιοῦντας δύναμιν, ἕτερον διαβάλλοντας ἕτερον κατασκευάζειν τύραννον.1

尽管如此,恺撒的主张仍带有冠冕堂皇的正当借口。因为他要求自己放下武器,而在庞培也采取同样行动后,两人都成为平民,从公民那里获得某种回报;他声称,那些剥夺他的权力却巩固对方现有实力的人,乃是在诽谤一人的同时将另一人树立为僭主。

§30.2

ταῦτα προκαλούμενος ἐν τῷ δήμῳ Κουρίων ὑπὲρ Καίσαρος ἐκροτεῖτο λαμπρῶς· οἱ δὲ καὶ στεφάνους ἐπʼ αὐτὸν ὥσπερ ἀθλητὴν ἀνθοβολοῦντες ἠφίεσαν. Ἀντώνιος δὲ δημαρχῶν Καίσαρος ὑπὲρ τούτων ἐπιστολὴν κομισθεῖσαν εἰς τὸ πλῆθος ἐξήνεγκε καὶ ἀνέγνω βίᾳ τῶν ὑπάτων, ἐν δὲ τῇ βουλῇ Σκηπίων μὲν ὁ Πομπηΐου πενθερὸς εἰσηγήσατο γνώμην, ἂν ἐν ἡμέρᾳ ῥητῇ μὴ κατάθηται τὰ ὅπλα Καῖσαρ, ἀποδειχθῆναι πολέμιον αὐτόν.

当库里奥代表恺撒在民众面前提出这些建议时,赢得了极其热烈的喝彩;有些人甚至像对待竞技健儿一样,一边向他抛撒鲜花,一边投掷花冠。此外,身为保民官的安东尼把恺撒送来的关于这些事务的信件带到民众面前,不顾执政官的反对当众宣读。然而在元老院中,庞培的岳父西庇阿提出一项议案:如果恺撒在指定日期前不放下武器,就应当宣布他为公敌。

§30.3

ἐρωτώντων δὲ τῶν ὑπάτων εἰ δοκεῖ Πομπήϊον ἀφεῖναι τοὺς στρατιώτας, καὶ πάλιν, εἰ δοκεῖ Καίσαρα, τῇ μὲν ὀλίγοι παντάπασι, τῇ δὲ πάντες παρʼ ὀλίγους προσέθεντο2 τῶν δὲ περὶ Ἀντώνιον πάλιν ἀξιούντων ἀμφοτέρους τὴν ἀρχὴν ἀφεῖναι, πάντες ὁμαλῶς προσεχώρησαν. ἀλλὰ ἐκβιαζομένου Σκηπίωνος, καὶ Λέντλου τοῦ ὑπάτου βοῶντος ὅπλων δεῖν πρὸς ἄνδρα λῃστήν, οὐ ψήφων, τότε μὲν διελύθησαν καὶ μετεβάλοντο τὰς ἐσθῆτας ἐπὶ πένθει διὰ τὴν στάσιν.

当执政官们询问是否赞同庞培解散士兵,接着又问是否赞同恺撒解散时,赞同前者的寥寥无几,而赞同后者的几乎全体一致。但是,当安东尼一派再次要求双方都放弃统帅权时,所有人全都无一例外地表示同意。然而,由于西庇阿强行施压,执政官兰图鲁斯又大喊对待一个盗匪需要的是武器而非选票,他们当时便休会了,并因内讧而换上丧服以示哀悼。

语法注2 条
  1. 30.1ὡς τοὺς αὐτὸν μὲν ἀφαιρουμένους, ἐκείνῳ δὲ ἣν εἶχε βεβαιοῦντας δύναμιν, ἕτερον διαβάλλοντας ἕτερον κατασκευάζειν τύραννον

    由连词 ὡς 引导的带不定式的宾格结构(间接引语),作为此前动词 ἠξίου 的理由,表述恺撒的主张。不定式的逻辑主语是实体化的现在分词短语 τοὺς ... ἀφαιρουμένους, ... βεβαιοῦντας,主要不定式为 κατασκευάζειν。分词短语 ἕτερον διαβάλλοντας 作伴随状语(“在诽谤一人的同时”),后一个 ἕτερον 作 κατασκευάζειν 的直接宾语,τύραννον 为宾语补足语(谓语性宾格,“树立另一人为僭主”)。

  2. 30.3τῇ μὲν ὀλίγοι παντάπασι, τῇ δὲ πάντες παρʼ ὀλίγους προσέθεντο

    τῇ μὲν ... τῇ δέ 是指示代词的阴性单数与格,指代前文由 εἰ δοκεῖ... 引出的两个间接疑问句,作中动语态动词 προσέθεντο(“投赞成票”、“附议”)的宾语。阴性形式与省略的阴性名词 γνώμῃ(“提议”、“意见”)一致。全句意为“附议前者提议者寥寥无几,而附议后者提议者几近全员”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:30.1-30.3