- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:29.1-29.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒谋求执政官职位和行省任期延长,遭到元老院反对派的阻挠,但他以巨额财富贿赂政客。庞培误信恺撒士兵将倒戈的虚妄情报而懈怠备战,而恺撒麾下的百夫长则按剑示意元老院必将屈服于武力。
ἐκ τούτου Καῖσαρ ὑπατείαν ἐμνᾶτο πέμπων, καὶ χρόνον ὁμοίως τῶν ἰδίων ἐπαρχιῶν, τὸ μὲν οὖν πρῶτον Πομπηΐου σιωπῶντος οἱ περὶ Μάρκελλον καὶ Λέντλον ἠναντιοῦντο, μισοῦντες ἄλλως Καίσαρα καὶ τοῖς ἀναγκαίοις οὐκ ἀναγκαῖα προστιθέντες εἰς ἀτιμίαν αὐτοῦ καὶ προπηλακισμόν.
由于这个原因,恺撒派人请求执政官职位,并同样请求延长自己行省的任期。最初庞培保持沉默,马尔凯鲁斯和兰图鲁斯一派便极力反对,他们本就痛恨恺撒,又在必要事务之外节外生枝,以此来侮辱和贬损他。
Νεοκωμίτας γὰρ ἔναγχος ὑπὸ Καίσαρος ἐν Γαλατίᾳ κατῳκισμένους ἀφῃροῦντο τῆς πολιτείας καὶ Μάρκελλος ὑπατεύων ἕνα τῶν ἐκεῖ βουλευτῶν εἰς Ῥώμην ἀφικόμενον ᾔκιστο ῥάβδοις, ἐπιλέγων ὡς ταῦτα τοῦ μὴ Ῥωμαῖον εἶναι1 παράσημα προστίθησιν αὐτῷ, καὶ δεικνύειν ἀπιόντα Καίσαρι ἐκέλευε. μετὰ δὲ Μάρκελλον, ἤδη Καίσαρος τὸν Γαλατικὸν πλοῦτον ἀρύεσθαι ῥύδην ἀφεικότος πᾶσι τοῖς πολιτευομένοις, καὶ Κουρίωνα μὲν δημαρχοῦντα πολλῶν ἐλευθερώσαντος δανείων, Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, ἀφʼ ὧν καὶ τὴν βασιλικὴν ἐκεῖνος, ὀνομαστὸν ἀνάθημα, τῇ ἀγορᾷ προσεκόσμησεν ἀντὶ τῆς Φουλβίας οἰκοδομηθεῖσαν, οὕτω δὴ φοβηθεὶς τὴν σύστασιν ὁ Πομπήϊος2 ἀναφανδὸν ἤδη διʼ ἑαυτοῦ καὶ τῶν φίλων ἔπραττεν ἀποδειχθῆναι διάδοχον Καίσαρι τῆς ἀρχῆς, καὶ πέμπων ἀπῄτει τοὺς στρατιώτας οὓς ἔχρησεν αὐτῷ πρὸς τοὺς Κελτικοὺς ἀγῶνας, ὁ δὲ ἀποπέμπει, δωρησάμενος ἕκαστον ἄνδρα πεντήκοντα καὶ διακοσίαις δραχμαῖς.
因为他们剥夺了不久前恺撒在高卢所安置的新科莫姆居民的公民权,而且马尔凯鲁斯在担任执政官期间,将一名从那里来到罗马的议员用笞条拷打,声称加之于他的这些标志是证明他并非罗马人,并命他在离去时将之展示给恺撒看。但在马尔凯鲁斯之后,由于恺撒已经任由所有从政者随意汲取他在高卢积聚的财富,不仅使保民官库里奥免除了巨额债务,还给予执政官保卢斯一千五百塔兰同,保卢斯以此款项装饰了广场,建造了取代富尔维亚大厦的那座闻名遐迩的巴西利卡作为奉献;庞培因此对这种联合深感恐惧,如今公开通过自己和朋友们谋划指定接替恺撒统帅权的继任者,并派人索要他在凯尔特战事中借给恺撒的士兵。恺撒放他们归去,并赏赐每人二百五十德拉克马。
οἱ δὲ τούτους Πομπηΐῳ κομίσαντες εἰς μὲν τὸ πλῆθος οὐκ ἐπιεικεῖς οὐδὲ χρηστοὺς κατέσπειραν λόγους ὑπὲρ τοῦ Καίσαρος, αὐτὸν δὲ Πομπήϊον ἐλπίσι κεναῖς διέφθειραν, ὡς ποθούμενον ὑπὸ τῆς Καίσαρος στρατιᾶς καὶ τὰ μὲν ἐνταῦθα διὰ φθόνον πολιτείας ὑπούλου μόλις ἔχοντα, τῆς δὲ ἐκεῖ δυνάμεως ἑτοίμης ὑπαρχούσης αὐτῷ, κἂν μόνον ὑπερβάλωσιν εἰς Ἰταλίαν εὐθὺς ἐσομένης πρὸς ἐκεῖνον οὕτως γεγονέναι τὸν Καίσαρα πλήθει στρατειῶν λυπηρὸν αὐτοῖς καὶ φόβῳ μοναρχίας ὕποπτον.
把这些士兵带给庞培的人,在民众中散布关于恺撒的刻薄而不善的言论,又用虚妄的希望腐蚀庞培本人,声称他深受恺撒大军的敬慕;而庞培在此地虽然由于病态政制的嫉妒而勉强维系,但那里的军队却已为他准备就绪,只要他们一踏入意大利,就会立刻倒向他,因为恺撒由于繁多的军事行动已成为他们的沉重负担,并且因对君主政体的恐惧而受到猜疑。
ἐπὶ τούτοις Πομπήϊος ἐχαυνοῦτο καὶ παρασκευῆς μὲν ἠμέλει στρατιωτῶν, ὡς μὴ δεδοικώς, λόγοις δὲ καὶ γνώμαις κατεπολιτεύετο τῷ δοκεῖν Καίσαρα, καταψηφιζόμενος ὧν ἐκεῖνος οὐδὲν ἐφρόντιζεν· ἀλλὰ καὶ λέγεταί τινα τῶν ἀφιγμένων παρʼ αὐτὸν ταξιάρχων ἑστῶτα πρὸ τοῦ βουλευτηρίου καὶ πυθόμενον ὡς οὐ δίδωσιν ἡ γερουσία Καίσαρι χρόνον τῆς ἀρχῆς, ἀλλʼ αὕτη φάναι δώσει, κρούσαντα τῇ χειρὶ τὴν λαβὴν τῆς μαχαίρας.3
庞培因此骄傲自满,仿佛无所畏惧似的疏于备战,只在言辞和法令上看似在政治上压倒恺撒,通过了那些恺撒根本不屑一顾的决议。据说,来到他那里的一位百夫长站在元老院门前,听说元老院不愿给恺撒延长任期,“但是这个,”他说,“会给的,”同时用手拍击着他的刀柄。
- 29.2τοῦ μὴ Ῥωμαῖον εἶναι
带有属格定冠词的定语性不定式(articular infinitive),修饰名词 παράσημα,作同格或说明性属格(appositive / explanatory genitive),意为“证明他并非罗马人的印记”。
- 29.2μετὰ δὲ Μάρκελλον, ἤδη Καίσαρος τὸν Γαλατικὸν πλοῦτον ἀρύεσθαι ῥύδην ἀφεικότος πᾶσι τοῖς πολιτευομένοις, καὶ Κουρίωνα μὲν δημαρχοῦντα πολλῶν ἐλευθερώσαντος δανείων, Παύλῳ δὲ ὑπατεύοντι χίλια καὶ πεντακόσια τάλαντα δόντος, οὕτω δὴ φοβηθεὶς τὴν σύστασιν ὁ Πομπήϊος
在介词短语 μετὰ δὲ Μάρκελλον(“马尔凯鲁斯离任之后”)之后,接连出现三个以恺撒为逻辑主语的独立属格分词结构(ἀφεικότος、ἐλευθερώσαντος、δόντος),随后引出主句主语 ὁ Πομπήϊος 及其分词 φοβηθείς 与主动词 ἔπραττεν。长句清晰呈现了庞培对恺撒收买政界形成联盟深感恐惧的因果脉络。
- 29.5ἀλλὰ καὶ λέγεταί τινα τῶν ἀφιγμένων παρʼ αὐτὸν ταξιάρχων ἑστῶτα πρὸ τοῦ βουλευτηρίου καὶ πυθόμενον ὡς οὐ δίδωσιν ἡ γερουσία Καίσαρι χρόνον τῆς ἀρχῆς, ἀλλʼ αὕτη φάναι δώσει, κρούσαντα τῇ χειρὶ τὴν λαβὴν τῆς μαχαίρας.
由无人称动词 λέγεται 引领的“对格+不定式”结构(accusative and infinitive)。不定式 φάναι 的逻辑主语为带有对格分词(ἑστῶτα、πυθόμενον、κρούσαντα)的不定代词 τινα(一名百夫长),中间插入直接引语“ἀλλʼ αὕτη δώσει”(“但是这把剑会给的”)。
