- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:28.1-28.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克拉苏战死后,恺撒与庞培的对立无可避免;在罗马政局陷入混乱与暴力的背景下,庞培被任命为独任执政官以掌控大权。
Καίσαρι δὲ πάλαι μὲν ἐδέδοκτο καταλύειν Πομπήϊον, ὥσπερ ἀμέλει κἀκείνῳ τοῦτον Κράσσου γὰρ ἐν Πάρθοις ἀπολωλότος, ὃς ἦν ἔφεδρος ἀμφοῖν, ἀπελείπετο τῷ μὲν ὑπὲρ τοῦ γενέσθαι μεγίστῳ1 τὸν ὄντα καταλύειν, τῷ δέ, ἵνα μὴ πάθῃ τοῦτο, προαναιρεῖν ὃν ἐδεδοίκει.
恺撒早就决心推翻庞培,而庞培自然也同样意图推翻恺撒。因为充当双方制衡力量的克拉苏已在帕提亚战死,对其中一方而言,唯有推翻身处最高位者自己方能成为最高者;而对另一方而言,为了避免遭受这种命运,必须先下手除掉自己所畏惧之人。
τοῦτο δὲ Πομπηΐῳ μὲν ἐξ ὀλίγου φοβεῖσθαι παρέστη τέως ὑπερορῶντι Καίσαρος, ὡς οὐ χαλεπὸν ἔργον ὃν αὐτὸς ηὔξησε καταλυθῆναι πάλιν ὑπʼ αὐτοῦ, Καῖσαρ δὲ ἀπʼ ἀρχῆς ὑπόθεσιν ταύτην πεποιημένος, ἀπὸ τῶν ἀνταγωνιστῶν ὥσπερ ἀθλητὴς ἑαυτὸν ἀποστήσας μακρὰν καὶ τοῖς Κελτικοῖς ἐγγυμνασάμενος πολέμοις ἐπήσκησε μὲν τὴν δύναμιν, ηὔξησε δὲ τὴν δόξαν, ἀπὸ τῶν ἔργων εἰς ἀντίπαλον ἀρθεὶς τοῖς Πομπηΐου κατορθώμασι, λαμβάνων προφάσεις τὰς μὲν αὐτοῦ Πομπηΐου, τὰς δὲ τῶν καιρῶν ἐνδιδόντων καὶ τῆς ἐν Ῥώμῃ κακοπολιτείας, διʼ ἣν οἱ μὲν ἀρχὰς μετιόντες ἐν μέσῳ θέμενοι τραπέζας ἐδέκαζον ἀναισχύντως τὰ πλήθη, κατῄει δὲ ὁ δῆμος ἔμμισθος, οὐ ψήφοις ὑπὲρ τοῦ δεδωκότος, ἀλλὰ τόξοις καὶ ξίφεσι καὶ σφενδόναις ἁμιλλώμενος.
然而庞培产生这种恐惧还是不久之前的事;在此之前他一直藐视恺撒,以为要再次摧毁由自己扶植起来的人并非难事。但恺撒从一开始就以此为既定方针,如同竞技者远离对手一般远远退居一隅,通过凯尔特战争磨砺自身,既操练了军队,又扩大了自己的声名,凭借功业一跃成为与庞培赫赫战功匹敌的对手。他不断抓住借口,这些借口有的来自庞培自身,有的则来自时局和罗马恶劣政局的给予。由于这种败坏的政治,谋求官职的人在市中心摆下案席,厚颜无耻地贿赂民众,而民众受雇前来,为了出资者不是用选票相争,而是用弓箭、刀剑和投石器相互争斗。
αἵματι δὲ καὶ νεκροῖς πολλάκις αἰσχύναντες τὸ βῆμα διεκρίθησαν, ἀναρχίᾳ τὴν πόλιν ὥσπερ ἀκυβέρνητον ναῦν ὑποφερομένην ἀπολιπόντες, ὥστε τοὺς νοῦν ἔχοντας ἀγαπᾶν εἰ2 πρὸς μηδὲν αὐτοῖς χεῖρον, ἀλλὰ μοναρχίαν ἐκ τοιαύτης παραφροσύνης καὶ τοσούτου κλύδωνος ἐκπεσεῖται τὰ πράγματα, πολλοὶ δὲ ἦσαν οἱ καὶ λέγειν ἐν μέσῳ τολμῶντες ἤδη πλὴν ὑπὸ μοναρχίας ἀνήκεστον εἶναι τὴν πολιτείαν, καὶ τὸ φάρμακον τοῦτο χρῆναι τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι προσφέροντος, ὑποδηλοῦντες τὸν Πομπήϊον.
他们常常在用鲜血和尸首玷污了讲坛之后才各自散去,留下这座城邦在无政府状态中如同一艘无人掌舵的船只般漂流。以至于明智之士甚至感到庆幸,如果局势在经历如此疯狂与浩劫之后,不至于落得更惨,而只是归结于君主政体的话。更有许多人已经敢于公开声称,除了君主政体之外城邦的弊病无可救药,而且应当接受最温和的医师所开出的这剂良药,暗指的是庞培。
ἐπεὶ δὲ κἀκεῖνος λόγῳ παραιτεῖσθαι καλλωπιζόμενος ἔργῳ παντὸς μᾶλλον ἐπέραινεν ἐξ ὧν ἀναδειχθήσοιτο δικτάτωρ, συμφρονήσαντες οἱ περὶ Κάτωνα πείθουσι τὴν γερουσίαν ὕπατον αὐτὸν ἀποδεῖξαι μόνον, ὡς μὴ βιάσαιτο δικτάτωρ γενέσθαι, νομιμωτέρᾳ μοναρχίᾳ παρηγορηθείς, οἱ δὲ καὶ χρόνον ἐπεψηφίσαντο τῶν ἐπαρχιῶν·3 δύο δὲ εἶχεν, Ἰβηρίαν καὶ Λιβύην σύμπασαν, ἃς διῴκει πρεσβευτὰς ἀποστέλλων καὶ στρατεύματα τρέφων, οἷς ἐλάμβανεν ἐκ τοῦ δημοσίου ταμιείου χίλια τάλαντα καθʼ ἕκαστον ἐνιαυτόν.
庞培本人虽然口头上装模作样地推辞,实际上却比做任何事都更卖力地促成自己被立为独裁官的局面。于是小加图一派达成共识,说服元老院仅任命他为独任执政官,以便用一种更为合法的单人统治来抚慰他,免得他强行成为独裁官。元老院还表决延长了他治理行省的期限;他拥有两个行省,即伊比利亚和整个利比亚,他通过派遣使节并供养军队来治理这些省份,为此他每年从国库领取一千塔兰同。
- 28.1μεγίστῳ
该形容词(用作名词)作为不定式 γενέσθαι 的表语。此处未采用常规的宾格(μέγιστον),而是受到与其逻辑主语一致的前置与格 τῷ μέν 吸引,转化为与格。
- 28.4ἀγαπᾶν εἰ
情感动词 ἀγαπάω(满足、甘心接受)后接 εἰ 条件从句构成的惯用句式,意为“若……便感到心满意足/甘愿接受”,表达了有识之士宁愿接受君主制以求免于更坏灾祸的心态。
- 28.5χρόνον ἐπεψηφίσαντο τῶν ἐπαρχιῶν
中动式动词 ἐπιψηφίζομαι 意为“表决追加/决议通过”。直接宾语为 χρόνον(时间、任期),属格 τῶν ἐπαρχιῶν 作为关系属格或宾格性属格,表示任期所属的对象(“各行省的任期”)。
