- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:27.1-27.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒包围了蛮族首领退守的阿莱西亚城,却遭城内外数十万敌军内外夹攻,被迫构筑内外双重包围线。恺撒在守军乃至己方防守内线的部队皆未察觉的情形下迅速击溃外围援军,迫使阿莱西亚投降并俘获了维钦托利。
οὐ μὴν ἀλλὰ τότε τῶν διαφυγόντων οἱ πλεῖστοι μετὰ τοῦ βασιλέως εἰς πόλιν Ἀλησίαν συνέφυγον. καὶ πολιορκοῦντι ταύτην Καίσαρι δοκοῦσαν ἀνάλωτον εἶναι μεγέθει τε τειχῶν καὶ πλήθει τῶν ἀπομαχομένων ἐπιπίπτει παντὸς λόγου μείζων κίνδυνος ἔξωθεν.
然而,当时逃脱的大多数人与国王一同逃入了阿莱西亚城。就在恺撒包围这座因城垣高大且守军众多而看似不可攻破的城邑时,一场超乎一切言辞形容的危机从外部降临在他头上。
ὃ γὰρ ἦν ἐν Γαλατίᾳ κράτιστον ἀπὸ τῶν ἐθνῶν ἀθροισθὲν, ἐν ὅπλοις ἧκον ἐπὶ τὴν Ἀλησίαν τριάκοντα μυριάδες· αἱ δʼ ἐν αὐτῇ τῶν μαχομένων οὐκ ἐλάττονες ἦσαν ἑπτακαίδεκα μυριάδων, ὥστε ἐν μέσῳ πολέμου τοσούτου τὸν Καίσαρα κατειλημμένον καὶ πολιορκούμενον ἀναγκασθῆναι διττὰ τείχη προβαλέσθαι, τὸ μὲν πρὸς τὴν πόλιν, τὸ δὲ ἀπὸ τῶν ἐπεληλυθότων, ὡς, εἰ συνέλθοιεν αἱ δυνάμεις, κομιδῇ διαπεπραγμένων τῶν καθʼ αὑτόν.1
因为从高卢各部族召集而来的最精锐战士,三十万人全副武装向阿莱西亚扑来;而在城内作战的人也不下十七万之众。因此,恺撒被困于如此巨大的战事之中且反遭包围,不得不构筑双重城垒,一道面向该城,另一道则用于防备从外杀来的敌军,因为他认为,两支力量一旦合流,自己一方的局势将彻底瓦解。
διὰ πολλὰ μὲν οὖν εἰκότως ὁ πρὸς Ἀλησίᾳ κίνδυνος ἔσχε δόξαν, ὡς ἔργα τόλμης καὶ δεινότητος οἷα τῶν ἄλλων ἀγώνων οὐδεὶς παρασχόμενος, μάλιστα δὲ ἄν τις θαυμάσειε τὸ λαθεῖν τοὺς ἐν τῇ πόλει Καίσαρα τοσαύταις μυριάσι ταῖς ἔξω συμβαλόντα καὶ περιγενόμενον,2 μᾶλλον δὲ καὶ τῶν Ῥωμαίων τοὺς τὸ πρὸς τῇ πόλει τεῖχος φυλάττοντας.
因而,出于诸多原因,阿莱西亚的这场危局合情合理地赢得了声名,展现出了其他任何交锋所未曾见过的胆魄与谋略之作;但最令人惊叹的,莫过于恺撒同城外这数十万大军交锋并取得胜利一事,不仅城内之人浑然不觉,甚至连防守面向城内那道城垒的罗马兵士也未曾察觉。
οὐ γὰρ πρότερον ᾔσθοντο τὴν νίκην ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶν καὶ κοπετὸν γυναικῶν ἀκουσθῆναι,3 θεασαμένων ἄρα κατὰ θάτερα μέρη πολλοὺς μὲν ἀργύρῳ καὶ χρυσῷ κεκοσμημένους θυρεούς, πολλοὺς δὲ αἵματι πεφυρμένους θώρακας, ἔτι δʼ ἐκπώματα καὶ σκηνὰς Γαλατικὰς ὑπὸ τῶν Ῥωμαίων εἰς τὸ στρατόπεδον κομιζομένας. οὕτως ὀξέως ἡ τοσαύτη δύναμις, ὥσπερ εἴδωλον ἢ ὄνειρον, ἠφάνιστο καὶ διεπεφόρητο, τῶν πλείστων ἐν τῇ μάχῃ πεσόντων.
因为他们直到从阿莱西亚城中听到男子的号哭与妇人的抚胸哀鸣,才知晓了这场大捷——原来〔城内之人〕望见在另一侧,有许多饰以金银的盾牌、许多染满鲜血的胸甲,以及高卢式的酒杯和帐篷正被罗马兵士运入营地。如此浩大的兵力,便如同幻影或梦境一般迅速消散荡尽,绝大多数人都战死于沙场之中。
οἱ δὲ τὴν Ἀλησίαν ἔχοντες οὐκ ὀλίγα πράγματα παρασχόντες ἑαυτοῖς καὶ Καίσαρι τέλος παρέδοσαν ἑαυτούς, ὁ δὲ τοῦ σύμπαντος ἡγεμὼν πολέμου Οὐεργεντόριξ ἀναλαβὼν τῶν ὅπλων τὰ κάλλιστα καὶ κοσμήσας τὸν ἵππον ἐξιππάσατο διὰ τῶν πυλῶν καὶ κύκλῳ περὶ τὸν Καίσαρα καθεζόμενον ἐλάσας, εἶτα ἀφαλόμενος τοῦ ἵππου τὴν μὲν πανοπλίαν ἀπέρριψεν, αὐτὸς δὲ καθίσας ὑπὸ πόδας τοῦ Καίσαρος ἡσυχίαν ἦγεν, ἄχρι οὗ παρεδόθη φρουρησόμενος ἐπὶ τὸν θρίαμβον.
坚守阿莱西亚的人在让自己和恺撒都吃尽苦头之后,终于投降。整场战争的主帅维钦托利穿戴上最精美的战甲,装饰好战马,骑马冲出门外;他绕着坐定的恺撒疾驰了一圈,随即跳下战马,卸下全套甲胄,自己坐在恺撒脚下保持沉默,直到被押送看管以备在凯旋式上展示。
- 27.2ὡς, εἰ συνέλθοιεν αἱ δυνάμεις, κομιδῇ διαπεπραγμένων τῶν καθʼ αὑτόν
这是由 ὡς 引导的属格绝对结构(主语为 τῶν καθʼ αὑτόν,分词为 διαπεπραγμένων),中间嵌入了条件从句 εἰ συνέλθοιεν。ὡς 表示恺撒的主观意图或判断(“认为……”)。完成时中动/被动分词 διαπεπραγμένων 在此并非字面意义上的“做完”,而是作为习语表示“完蛋、毁灭”,与 τῶν καθʼ αὑτόν(“属于他自己的事情/局势”)连用表示“自身的局势将彻底完结”。条件从句中的希求法 συνέλθοιεν 则是过去时态中引述内心想法的斜法语气。
- 27.3τὸ λαθεῖν τοὺς ἐν τῇ πόλει Καίσαρα τοσαύταις μυριάσι ταῖς ἔξω συμβαλόντα καὶ περιγενόμενον
带冠词不定式短语 τὸ λαθεῖν 充当 θαυμάσειε 的直接宾语。动词 λανθάνω 构成“不为(宾格)所觉察地做某事(分词)”结构:此处不被察觉的对象是宾格 τοὺς ἐν τῇ πόλει(以及后文的 τῶν Ῥωμαίων τοὺς...),而主体宾格 Καίσαρα 则由两个分词 συμβαλόντα 和 περιγενόμενον 修饰。字面意思是“恺撒与外围数万之敌交锋并制胜一事,竟避开了城内之人(以及罗马士兵)的注意”。
- 27.4οὐ γὰρ πρότερον ᾔσθοντο τὴν νίκην ἢ κλαυθμὸν ἐκ τῆς Ἀλησίας ἀνδρῶν καὶ κοπετὸν γυναικῶν ἀκουσθῆναι
οὐ πρότερον ... ἢ 接不定式(此处为 ἀκουσθῆναι,其逻辑主语为 κλαυθμὸν 与 κοπετὸν)的相关结构,意为“直到……才……/在……之前并未……”。ᾔσθοντο 的主语承接前文守卫面向内城城垒的罗马士兵。紧随其后的属格分词 θεασαμένων 说明了城内男女发出哀号的原因,即他们目睹了另一侧罗马人运回战利品的惨景。
