- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:26.1-26.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
面对维钦托利的全面叛乱以及爱杜伊人的倒戈,恺撒在严冬中神速进军压制敌势,并在被围困的激战中最终取胜。
οὗτος οὖν εἰς πολλὰ διελὼν τὴν δύναμιν μέρη καὶ πολλοὺς ἐπιστήσας ἡγεμόνας ᾠκειοῦτο τὴν πέριξ ἅπασαν ἄχρι τῶν πρὸς τὸν Ἄραρα κεκλιμένων, διανοούμενος ἤδη τῶν ἐν Ῥώμῃ συνισταμένων ἐπὶ Καίσαρα1 σύμπασαν ἐγείρειν τῷ πολέμῳ Γαλατίαν. ὅπερ εἰ μικρὸν ὕστερον ἔπραξε, Καίσαρος εἰς τὸν ἐμφύλιον ἐμπεσόντος πόλεμον, οὐκ ἂν ἐλαφρότεροι τῶν Κιμβρικῶν ἐκείνων φόβοι τὴν Ἰταλίαν κατέσχον.2
于是,他将兵力分为多支部队,任命了许多将领,将直到倾向阿拉尔河一带的周边所有地区收拢归附,此时见罗马城中反对恺撒的势力正在集结,便打算发动全高卢投入战争。假使他稍晚一些、在恺撒陷入内战之时才采取这一行动,那么席卷意大利的恐慌绝不会比当年辛布里人入侵时轻微。
νυνὶ δὲ ὁ πᾶσι μὲν ἄριστα χρῆσθαι τοῖς πρὸς πόλεμον, μάλιστα δὲ καιρῷ πεφυκὼς Καῖσαρ ἅμα τῷ πυθέσθαι τὴν ἀπόστασιν ἄρας ἐχώρει ταῖς αὐταῖς ὁδοῖς ἃς διῆλθε, καὶ βίᾳ καὶ τάχει τῆς πορείας διὰ τοσούτου χειμῶνος ἐπιδειξάμενος τοῖς βαρβάροις ὡς ἄμαχος αὐτοῖς καὶ ἀήττητος ἔπεισι στρατός. ὅπου γὰρ ἄγγελον ἢ γραμματοφόρον διαδῦναι τῶν παρʼ αὐτοῦ χρόνῳ πολλῷ ἦν ἄπιστον, ἐνταῦθα3 μετὰ πάσης ἑωρᾶτο τῆς στρατιᾶς ἅμα χώρας λυμαινόμενος αὐτῶν καὶ ἐκκόπτων τὰ χωρία, καταστρεφόμενος πόλεις, ἀναλαμβάνων τοὺς μετατιθεμένους, μέχρι καὶ τὸ τῶν Ἐδούων ἔθνος ἐξεπολεμώθη πρὸς αὐτόν, οἳ τὸν ἄλλον χρόνον ἀδελφοὺς ἀναγορεύοντες αὑτοὺς Ῥωμαίων καὶ τιμώμενοι διαπρεπῶς, τότε δὲ τοῖς ἀποστάταις προσγενόμενοι πολλὴν τῇ Καίσαρος στρατιᾷ περιέστησαν ἀθυμίαν. διόπερ καὶ κινήσας ἐκεῖθεν ὑπερέβαλε τὰ Λιγγονικά, βουλόμενος ἅψασθαι τῆς Σηκουανῶν φίλων ὄντων4 καὶ προκειμένων τῆς Ἰταλίας πρὸς τὴν ἄλλην Γαλατίαν.
然而,恺撒天生最擅长利用一切战争条件,尤其是善于把握战机,他一获悉叛乱的消息便拔营启程,沿着原先走过的道路疾进,在如此严寒的冬季以进军的强劲与神速向蛮族证明,向他们压迫而来的乃是一支不可抗拒、战无不胜的军队。因为就在原先被认为恺撒方面的使者或信差即使花费很长时间也难以潜入的地方,他却率领全军赫然出现,同时蹂躏他们的土地,摧毁他们的据点,征服他们的城邑,并接纳归降之人,直到甚至连爱杜伊部族也起兵与他为敌。爱杜伊人在平时自称罗马人的兄弟并享有显赫的礼遇,此时却加入叛军,给恺撒的军队带来了极大的沮丧。为此,恺撒离开该地,翻越了林戈内斯人的土地,企图前往塞夸尼人的领地,后者是友邦,且面向高卢其余部分而护卫着意大利的前方。
ἐνταῦθα δὲ αὐτῷ τῶν πολεμίων ἐπιπεσόντων καὶ περισχόντων μυριάσι πολλαῖς, ὁρμήσας διαγωνίσασθαι τοῖς μὲν ὅλοις καταπολεμῶν ἐκράτησε, χρόνῳ πολλῷ καὶ φόνῳ καταβιασάμενος τοὺς βαρβάρους, ἔδοξε δὲ κατʼ ἀρχάς τι καὶ σφαλῆναι, καὶ δεικνύουσιν Ἀρβέρνοι ξιφίδιον πρὸς ἱερῷ κρεμάμενον, ὡς δὴ Καίσαρος λάφυρον. ὃ θεασάμενος αὐτὸς ὕστερον ἐμειδίασε, καὶ τῶν φίλων καθελεῖν κελευόντων οὐκ εἴασεν, ἱερὸν ἡγούμενος.
在那里,敌军以数万之众向他发起袭击并实施重围,恺撒奋勇迎战,在全局上彻底制服并战胜了敌人,历经漫长的时间与杀戮才将蛮族压制下去。不过最初他似乎也蒙受了一定挫折,阿维尔尼人至今还展示着一把悬挂在神庙里的短剑,声称那是从恺撒那里缴获的战利品。后来恺撒本人看到这把短剑时只是微微一笑,当友人们催促他将其取下时,他却不予准许,认为它已是神圣的奉纳之物。
- 26.1τῶν ἐν Ῥώμῃ συνισταμένων ἐπὶ Καίσαρα
此处为省略了明确名词主语的独立属格结构(genitive absolute),作状语表示当时的背景与时机:“鉴于罗马城中反对恺撒的人正在联合起来”。逻辑主语在上下文中隐含为恺撒的政敌。
- 26.1ὅπερ εἰ μικρὸν ὕστερον ἔπραξε, Καίσαρος εἰς τὸν ἐμφύλιον ἐμπεσόντος πόλεμον, οὐκ ἂν ἐλαφρότεροι τῶν Κιμβρικῶν ἐκείνων φόβοι τὴν Ἰταλίαν κατέσχον.
句首的 ὅπερ 为接续性关系代词,先行词为前文所述发动全高卢叛乱之举。全句构成对过去事实相反的虚拟条件句(条件从句用 εἰ + 过去直陈式 ἔπραξε,主句用 ἄν + 过去直陈式 κατέσχον)。中间插入的 Καίσαρος ... ἐμπεσόντος πόλεμον 为表示时间的独立属格。
- 26.2ὅπου γὰρ ἄγγελον ἢ γραμματοφόρον διαδῦναι τῶν παρʼ αὐτοῦ χρόνῳ πολλῷ ἦν ἄπιστον, ἐνταῦθα
此处由 ὅπου ... ἐνταῦθα(在……之处,在彼处)构成空间关联结构。从属节中,主格中性形容词构成的非人称表达 ἄπιστον ἦν 以对格不定词短语 ἄγγελον ... διαδῦναι 为真正主语,τῶν παρʼ αὐτοῦ 修饰 ἄγγελον ἢ γραμματοφόρον(“从他那里派出的使者或信差”)。
- 26.3βουλόμενος ἅψασθαι τῆς Σηκουανῶν φίλων ὄντων
中动动词 ἅψασθαι(到达、触及)支配属格补足语。τῆς Σηκουανῶν 中省略了女性名词 χώρας(塞夸尼人的土地)。紧接着的 φίλων ὄντων 并非独立属格,而是与属格复数族名 Σηκουανῶν 一致的述语性分词,表示原因(“因为他们是友邦”)。
