← 普鲁塔克

恺撒传

§25.1-25.3

维钦托利起义与高卢的大规模反叛

凯撒平定了附近的叛乱并获得兵力补充,但远方的高卢各部族在维钦托利的统领下利用严酷冬势掀起了更大规模的反叛。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§25.1

τοῦτο τὰς πολλὰς ἀποστάσεις τῶν ἐνταῦθα Γαλατῶν κατεστόρεσε, καὶ τοῦ χειμῶνος αὐτὸς ἐπιφοιτῶν τε πανταχόσε καὶ προσέχων ὀξέως τοῖς νεωτερισμοῖς.1 καὶ γὰρ ἧκεν ἐξ Ἰταλίας ἀντὶ τῶν ἀπολωλότων αὐτῷ τρία τάγματα, Πομπηΐου μὲν ἐκ τῶν ὑφʼ αὑτῷ δύο χρήσαντος, ἓν δὲ νεοσύλλεκτον ἐκ τῆς περὶ Πάδον Γαλατίας.

这一胜利平息了该地区高卢人的多次叛乱,凯撒本人也在整个冬季巡视各地,严密防范任何骚动。因为从意大利开来了三个军团以补充他所损失的部队,其中庞培从自己麾下借给他两个,还有一个是在波河一带的高卢新征召的。

§25.2

πόρρω δὲ τούτων αἱ πάλαι καταβεβλημέναι κρύφα καὶ νεμόμεναι διὰ τῶν δυνατωτάτων ἀνδρῶν ἐν τοῖς μαχιμωτάτοις γένεσιν ἀρχαὶ τοῦ μεγίστου καὶ κινδυνωδεστάτου τῶν ἐκεῖ πολέμων ἀνεφαίνοντο, ῥωσθεῖσαι πολλῇ μὲν ἡλικίᾳ καὶ πανταχόθεν ὅπλοις ἀθροισθείσῃ, μεγάλοις δὲ πλούτοις εἰς ταὐτὸ συνενεχθεῖσιν, ἰσχυραῖς δὲ πόλεσι, δυσεμβόλοις δὲ χώραις.

然而,远离这些地方之处,由最尚武的部族中最有权势的人物在暗中早已播下并滋长的火种——当地规模最大、最危险的一场战争的端绪——正在显露出来。这一股势力由于各方汇集的大批适龄男子和武器、集中在一处的巨额财富、坚固的城池以及难以进犯的地势而得到了壮大。

§25.3

τότε δὲ καὶ χειμῶνος ὥρᾳ πάγοι ποταμῶν καὶ νιφετοῖς ἀποκεκρυμμένοι δρυμοί καὶ πεδία χειμάρροις ἐπιλελιμνασμένα, καὶ πῇ μὲν ἀτέκμαρτοι βάθει χιόνος ἀτραποί, πῇ δὲ διʼ ἑλῶν καὶ ῥευμάτων παρατρεπομένων ἀσάφεια πολλὴ τῆς πορείας παντάπασιν ἐδόκουν ἀνεπιχείρητα Καίσαρι τὰ τῶν ἀφισταμένων ποιεῖν.2 ἀφειστήκει μὲν οὖν πολλὰ φῦλα, πρόσχημα δὲ ἦσαν Ἀρβέρνοι καὶ Καρνουτῖνοι,3 τὸ δὲ σύμπαν αἱρεθεὶς κράτος εἶχε τοῦ πολέμου Οὐεργεντόριξ, οὗ τὸν πατέρα Γαλάται τυραννίδα δοκοῦντα πράττειν ἀπέκτειναν.

此时又值冬季,冰封的河流、被积雪隐没的森林、因山洪泛滥如湖泊的平原,以及有些地方因积雪深厚而难以辨识的小道,另一些地方穿过沼泽和改道水流时行进路线的极度不明,这一切似乎使叛军的据点对凯撒而言全然不可企及。于是有许多部族发动了叛乱,领头的则是阿维尔尼人和卡努特人,而被推举掌握战争全权的是维钦托利,其父亲曾因被认为意图谋求僭主统治而被高卢人处死。

语法注3 条
  1. 25.1καὶ τοῦ χειμῶνος αὐτὸς ἐπιφοιτῶν τε πανταχόσε καὶ προσέχων ὀξέως τοῖς νεωτερισμοῖς

    对于接在限定动词 κατεστόρεσε 之后由 καί 连结的分词(ἐπιφοιτῶν 和 προσέχων),它们修饰主格代词 αὐτός(凯撒本人),既可视为构成支配性分词结构,通过 καί 与前文主语 τοῦτο 并列而充当 κατεστόρεσε 的第二个主语,亦可视为略去限定动词、松散接续前句的破格对等并列(承担谓语功能)。译文依从后者,将其译作接续前句的并列叙述。

  2. 25.3παντάπασιν ἐδόκουν ἀνεπιχείρητα Καίσαρι τὰ τῶν ἀφισταμένων ποιεῖν

    长句骨架整理:句首的复数与集合名词(πάγοι、δρυμοί、πεδία、ἀτραποί、ἀσάφεια)共同构成复数主谓动词 ἐδόκουν 的并列主语。不定式 ποιεῖν 支配直接宾语 τὰ τῶν ἀφισταμένων(“叛离者们的局势/据点”),ἀνεπιχείρητα 为宾语补足语(谓语性形容词,“不可企及的/无法下手的”),Καίσαρι 为关系与格(“对凯撒而言”)。全句即“(这些自然阻碍)似乎使叛军的据点对凯撒而言全然不可企及”。

  3. 25.3πρόσχημα δὲ ἦσαν Ἀρβέρνοι καὶ Καρνουτῖνοι

    名词 πρόσχημα(字面为“置于前方的掩护物”,引申为“借口”、“幌子”或“排头、前锋、领袖”)的辨析。此处并非单纯表示“借口/托词”,而是指阿维尔尼人与卡努特人在反叛势力中充当“排头兵”或“带头者”,与后文维钦托利统领全军的叙述相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:25.1-25.3