← 普鲁塔克

恺撒传

§24.1-24.3

高卢大叛乱与解救西塞罗军团

凯撒将大军分散冬营并前往意大利后,高卢爆发全面叛乱,科塔军团覆灭,西塞罗军团被围。凯撒率少数兵力迅速回援,通过佯弱诱敌的策略击溃叛军,解除了包围。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

τοῦ δὲ Καίσαρος μεγάλην ἤδη τὴν δύναμιν οὖσαν εἰς πολλὰ κατʼ ἀνάγκην χειμάδια διελόντος, αὐτοῦ δὲ πρὸς τὴν Ἰταλίαν, ὥσπερ εἰώθει, τραπομένου, πάντα μὲν αὖθις ἀνερρήγνυτο τὰ τῶν Γαλατῶν, καὶ στρατοὶ μεγάλοι περιϊόντες ἐξέκοπτον τὰ χειμάδια καὶ προσεμάχοντο τοῖς χαρακώμασι τῶν Ῥωμαίων, οἱ δὲ πλεῖστοι καὶ κράτιστοι τῶν ἀποστάντων μετὰ Ἀβριόριγος Κότταν μὲν αὐτῷ στρατοπέδῳ1 καὶ Τιτύριον διέφθειραν, τὸ δὲ ὑπὸ Κικέρωνι τάγμα μυριάσιν ἓξ περισχόντες ἐπολιόρκουν καὶ μικρὸν ἀπέλιπον ᾑρηκέναι2 κατὰ κράτος, συντετρωμένων ἁπάντων καὶ παρὰ δύναμιν ὑπὸ προθυμίας ἀμυνομένων.ὡς δὲ ἠγγέλθη ταῦτα τῷ Καίσαρι μακρὰν ὄντι, ταχέως ἐπιστρέψας καὶ συναγαγὼν ἑπτακισχιλίους τοὺς σύμπαντας ἠπείγετο τὸν Κικέρωνα τῆς πολιορκίας ἐξαιρησόμενος. τοὺς δὲ πολιορκοῦντας οὐκ ἔλαθεν, ἀλλʼ ἀπήντων ὡς ἀναρπασόμενοι, τῆς ὀλιγότητος καταφρονήσαντες.

由于军队规模此时已经庞大,凯撒不得不将其分散驻扎于许多冬营,而他自己则循例前往意大利,高卢人的局势遂再次全面爆发叛乱。大批军队四处游弋,摧毁冬营,攻击罗马人的壕堑营垒;叛军中人数最多且最精锐的部队在阿布里奥里克思率领下,将科塔和提图里乌斯连同其全军一并歼灭。随后,他们以六万人包围了西塞罗麾下的军团进行围攻,险些以强攻将其攻陷,尽管守军人人负伤,却凭着昂扬的斗志超常奋战。当这些消息传到远在别处的凯撒耳中时,他迅速回师,集合了总共只有七千人的兵力,疾驰而去解救受围的西塞罗。然而包围者察觉了他的行踪,因蔑视其人数寥寥,便迎上前去打算将他彻底歼灭。

§24.3

κἀκεῖνος ἐξαπατῶν ὑπέφευγεν ἀεί, καὶ χωρία λαβὼν ἐπιτηδείως ἔχοντα πρὸς πολλοὺς μαχομένῳ μετʼ ὀλίγων3 φράγνυται στρατόπεδον, καὶ μάχης ἔσχε τοὺς ἑαυτοῦ πάσης, ἀναγαγεῖν δὲ τὸν χάρακα καὶ τὰς πύλας ἀνοικοδομεῖν ὡς δεδοικότας ἠνάγκαζε, καταφρονηθῆναι στρατηγῶν,4 μέχρι οὗ σποράδην ὑπὸ θράσους προσβάλλοντας ἐπεξελθὼν ἐτρέψατο καὶ πολλοὺς αὐτῶν διέφθειρε.

凯撒设诈欺敌,一味退避,并在占据了适于以寡敌众的地势之后筑坚营垒;他严禁部下进行任何战斗,并命他们加高寨墙、堵封营门,伪装出一副惊恐之状,以此施展引诱敌人轻敌的谋略,直到敌人在狂妄之下散乱来攻,他才引兵出击,将他们击溃并歼灭甚众。

语法注4 条
  1. 24.1αὐτῷ στρατοπέδῳ

    伴随与格(或联合与格),由代词 αὐτός 的与格与名词 στρατόπεδον 结合构成,意为“连同其军营/军队一起”,强调不仅将领阵亡,其所率领的整个营盘与兵力亦全遭歼灭。

  2. 24.2μικρὸν ἀπέλιπον ᾑρηκέναι

    短语 μικρὸν ἀπολείπω 接不定词构成的习用句型,意为“距离……仅差一步”、“险些/几乎……”。完成时不定词 ᾑρηκέναι 表示强攻攻陷该要塞的完成状态。

  3. 24.3πρὸς πολλοὺς μαχομένῳ μετʼ ὀλίγων

    与格分词 μαχομένῳ 作为表示基准或利害关系的与格,指代泛指的动作主体(“对以少敌众者而言”),受形容词性短语 ἐπιτηδείως ἔχοντα(适于……的)统辖。

  4. 24.3καταφρονηθῆναι στρατηγῶν

    动词 στρατηγέω(运筹帷幄、施展谋略)后接被动不定词 καταφρονηθῆναι 作为目标/补足成分,意为“谋划使自己受到蔑视”,指凯撒故意示弱以麻痹敌人的欺敌诱兵之计。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:24.1-24.3