← 普鲁塔克

恺撒传

§23.1-23.4

远征不列颠与女儿尤利娅之死

凯撒在对日耳曼展开为期十八天的进军后撤回高卢,随后两次率军远征人迹罕至的不列颠;此后,来自罗马的书信传来其女尤利娅难产去世的噩耗,使他与庞培之间的联姻纽带彻底断绝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

περαιώσας δὲ τὴν δύναμιν, οὐδενὸς ὑπαντῆσαι τολμήσαντος, ἀλλὰ καὶ τῶν ἡγεμονικωτάτων τοῦ Γερμανικοῦ Σουήβων εἰς βαθεῖς καὶ ὑλώδεις αὐλῶνας ἀνασκευασαμένων, πυρπολήσας μὲν τὴν τῶν πολεμίων, θαρρύνας δὲ τοὺς ἀεὶ τὰ Ῥωμαίων ἀσπαζομένους, ἀνεχώρησεν αὖθις εἰς τὴν Γαλατίαν, εἴκοσι δυεῖν δεούσας ἡμέρας1 ἐν τῇ Γερμανικῇ διατετριφώς.

在将大军运送过河之后,由于无人敢于迎战,甚至日耳曼人中最具统治势力的苏维汇人也已撤入幽深茂密的谷地,〔凯撒〕便焚毁了敌人的土地,鼓舞了那些一向亲附罗马之人,并在日耳曼境内停留了十八天之后,再次撤回高卢。

§23.2

ἡ δὲ ἐπὶ τοὺς Βρεττανοὺς στρατεία τὴν μὲν τόλμαν εἶχεν ὀνομαστήν πρῶτος γὰρ εἰς τὸν ἑσπέριον Ὠκεανὸν ἐπέβη στόλῳ, καὶ διὰ τῆς Ἀτλαντικῆς θαλάττης στρατὸν ἐπὶ πόλεμον κομίζων ἔπλευσε· καὶ νῆσον ἀπιστουμένην ὑπὸ μεγέθους καὶ πολλὴν ἔριν παμπόλλοις συγγραφεῦσι παρασχοῦσαν, ὡς ὄνομα καὶ λόγος οὐ γενομένης οὐδὲ οὔσης πέπλασται,2 κατασχεῖν ἐπιθέμενος προήγαγεν ἔξω τῆς οἰκουμένης τὴν Ῥωμαίων ἡγεμονίαν.

而他对不列颠人的远征,其胆识尤为闻名:因为他是第一个率舰队进入西大洋的人,运载军队穿越大西洋航行以发动战争;并且他着手征服一座因其面积广大而令人难以置信、曾引发众多作家激烈争论(以为不过是捏造了一个从未存在且现今亦不存在之岛屿的名字和传闻)的岛屿,将罗马人的统治疆界推进到了人居世界之外。

§23.3

δὶς δὲ διαπλεύσας εἰς τὴν νῆσον ἐκ τῆς ἀντιπέρας Γαλατίας, καὶ μάχαις πολλαῖς κακώσας τοὺς πολεμίους μᾶλλον ἢ τοὺς ἰδίους ὠφελήσας, οὐδὲν γὰρ ὅ τι καὶ λαβεῖν ἦν ἄξιον ἀπʼ ἀνθρώπων κακοβίων καὶ πενήτων, οὐχ οἷον ἐβούλετο τῷ πολέμῳ τέλος ἐπέθηκεν, ἀλλʼ ὁμήρους λαβὼν παρὰ τοῦ βασιλέως καὶ ταξάμενος φόρους ἀπῆρεν ἐκ τῆς νήσου.

他两次从对岸的高卢渡海前往该岛,在多次战斗中给敌人造成的损害多于给自己人带来的益处——因为从那些贫困度日的穷苦人身上实在毫无可夺之物——他未能按照自己的心愿结束这场战争,而是在向国王索取了人质并定下贡赋之后,便从岛上撤军。

§23.4

καὶ καταλαμβάνει γράμματα μέλλοντα διαπλεῖν πρὸς αὐτὸν3 ἀπὸ τῶν ἐν Ῥώμῃ φίλων, δηλοῦντα τὴν τῆς θυγατρὸς αὐτοῦ τελευτήν τελευτᾷ δὲ τίκτουσα παρὰ Πομπηΐῳ. καὶ μέγα μὲν αὐτὸν ἔσχε Πομπήϊον, μέγα δὲ Καίσαρα πένθος, οἱ δὲ φίλοι συνεταράχθησαν ὡς τῆς ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ τἆλλα νοσοῦσαν τὴν πολιτείαν φυλαττούσης οἰκειότητος λελυμένης καὶ γὰρ τὸ βρέφος εὐθὺς οὐ πολλὰς ἡμέρας μετὰ τὴν μητέρα διαζῆσαν ἐτελεύτησε. τὴν μὲν οὖν Ἰουλίαν βίᾳ τῶν δημάρχων ἀράμενον τὸ πλῆθος εἰς τὸ Ἄρειον ἤνεγκε πεδίον, κἀκεῖ κηδευθεῖσα κεῖται.

他发现了来自罗马友人的、正准备渡海前往他那里的信件,宣告了他女儿的死讯;她在庞培家中因分娩而去世。巨大的悲痛笼罩了庞培本人,也笼罩了凯撒,友人亦陷入慌乱,认为维系原本千疮百孔的国家于和平与和睦之中的姻亲纽带自此断绝;事实上,那个婴儿在母亲死后也仅存活了几天,随即夭折了。于是民众不顾保民官的阻拦,抬起尤利娅的遗体送到战神广场,并在那里将她安葬,至今她仍长眠于此。

语法注3 条
  1. 23.1εἴκοσι δυεῖν δεούσας ἡμέρας

    使用动词 δέω(缺少)的阴性宾格复数分词构成的古典希腊语习惯数词表达法,意为“差两天满二十天”,即“十八天”。

  2. 23.2ὡς ὄνομα καὶ λόγος οὐ γενομένης οὐδὲ οὔσης πέπλασται

    连词 ὡς 引导间接引语/主张内容。οὐ γενομένης οὐδὲ οὔσης 是指代前文岛屿 νῆσον 的属格分词短语(“从未产生亦不存在的岛屿”),修饰 πέπλασται(被捏造)的主语 ὄνομα καὶ λόγος(名字和传闻),表明怀疑该岛真实性的著述家们的论调。

  3. 23.4καὶ καταλαμβάνει γράμματα μέλλοντα διαπλεῖν πρὸς αὐτὸν

    καταλαμβάνει(历史现在时,“〔抵达后〕发现、遇上”)的主语承前文 ἀπῆρεν 仍为凯撒,中性复数宾格 γράμματα 作其直接宾语。分词 μέλλοντα 与后文的 δηλοῦντα 一样同为中性复数宾格,修饰 γράμματα,以拟人手法表示“正要渡海前往他那里的信件”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:23.1-23.4