← 普鲁塔克

恺撒传

§22.1-22.5

击败日耳曼人与莱茵河架桥

凯撒击退了渡过莱茵河的日耳曼部族,而在元老院中加图谴责他背弃誓约并主张将其引渡;随后凯撒为了声望与征讨日耳曼人,在短短十天内成功于莱茵河上架设了宏伟的大桥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

τραπόμενος δὲ αὖθις ὁ Καῖσαρ ἐπὶ τὰς ἐν τῇ Κελτικῇ δυνάμεις πολὺν καταλαμβάνει πόλεμον ἐν τῇ χώρᾳ, δύο Γερμανικῶν ἐθνῶν μεγάλων ἐπὶ κατακτήσει γῆς ἄρτι τὸν Ῥῆνον διαβεβηκότων· Οὐσίπας καλοῦσι τοὺς ἑτέρους, τοὺς δὲ Τεντερίτας.

凯撒再次回到凯尔特地区的军队驻地时,发现该境内正爆发一场大战,因有两个日耳曼大部族为了夺取土地,刚刚渡过了莱茵河;他们将其中一部称为乌西佩人,另一部称为滕克特里人。

§22.2

περὶ δὲ τῆς πρὸς τούτους γενομένης μάχης ὁ μὲν Καῖσαρ ἐν ταῖς ἐφημερίσι γέγραφεν ὡς οἱ βάρβαροι διαπρεσβευόμενοι πρὸς αὐτὸν ἐν σπονδαῖς ἐπιθοῖντο1 καθʼ ὁδόν, Καὶ διὰ τοῦτο τρέψαιντο τοὺς αὐτοῦ πεντακισχιλίους ὄντας ἱππεῖς ὀκτακοσίοις τοῖς ἐκείνων μὴ προσδοκῶντας· εἶτα πέμψειαν ἑτέρους πρὸς αὐτὸν αὖθις ἐξαπατῶντας, οὓς κατασχὼν ἐπαγάγοι τοῖς βαρβάροις τὸ στράτευμα, τὴν πρὸς οὕτως ἀπίστους καὶ παρασπόνδους πίστιν εὐήθειαν ἡγούμενος.

关于与这些人所展开的战斗,凯撒在自己的《备忘录》中写道:蛮族人在停战协定下遣使与他谈判之际,却在行军途中发动袭击,并因此以其自身的八百人击溃了他未加防备的五千骑兵;随后他们又派其他人前来再次欺骗他,他便将这些人拘禁并率军进攻蛮族,认为对如此不讲信用且背弃盟誓之人守信乃是愚蠢之举。

§22.3

Τανύσιος δὲ λέγει Κάτωνα, τῆς βουλῆς ἐπὶ τῇ νίκῃ ψηφιζομένης ἑορτὰς καὶ θυσίας, ἀποφήνασθαι γνώμην ὡς ἐκδοτέον ἐστὶ τὸν Καίσαρα τοῖς βαρβάροις, ἀφοσιουμένους2 τὸ παρασπόνδημα ὑπὲρ τῆς πόλεως καὶ τὴν ἀρὰν εἰς τὸν αἴτιον τρέποντας. τῶν δὲ διαβάντων αἱ μὲν κατακοπεῖσαι τεσσαράκοντα μυριάδες ἦσαν, ὀλίγους δὲ τοὺς ἀποπεράσαντας αὖθις ὑπεδέξαντο Σούγαμβροι, Γερμανικὸν ἔθνος.

然而塔努西乌斯称,当元老院因这次胜利决议举行节庆和献祭时,加图表明意见说应当将凯撒引渡给蛮族人,以便为国家洗清背盟的罪愆,并将诅咒转移到罪魁祸首身上。在渡河而来的人中,被斩杀的多达四十万人,而重新渡河撤回的少数人则被日耳曼部族休甘布里人接纳。

§22.4

καὶ ταύτην λαβὼν αἰτίαν ἐπʼ αὐτοὺς ὁ Καῖσαρ, ἄλλως δὲ δόξης ἐφιέμενος καὶ τοῦ πρῶτος ἀνθρώπων στρατῷ διαβῆναι3 τὸν Ῥῆνον, ἐγεφύρου πλάτος τε πολὺν ὄντα καὶ κατʼ ἐκεῖνο τοῦ πόρου μάλιστα πλημμυροῦντα καὶ τραχὺν καὶ ῥοώδη καὶ τοῖς καταφερομένοις στελέχεσι καὶ ξύλοις πληγὰς καὶ σπαραγμοὺς ἐνδιδόντα κατὰ τῶν ἐρειδόντων τὴν γέφυραν.

凯撒以此作为征讨他们的借口,同时也渴望获得荣耀并成为全人类中首个率军渡过莱茵河的人,于是开始在河上架桥;河面极其宽阔,而在该处河道水流尤其汹涌澎湃、湍急凶险,顺流而下的树干和原木对支撑桥梁的桥桩不断造成冲击和损毁。

§22.5

ἀλλὰ ταῦτα προβόλοις ξύλων μεγάλων διὰ τοῦ πόρου καταπεπηγότων ἀναδεχόμενος, καὶ χαλινώσας τὸ προσπῖπτον ῥεῦμα τῷ ζεύγματι, πίστεως πάσης θέαμα κρεῖττον ἐπεδείξατο τὴν γέφυραν ἡμέραις δέκα συντελεσθεῖσαν.

但他通过横穿河道打入的巨大木桩防波堤承受了这些冲击,约束了直冲架桥结构的湍流,在十天之内建成了桥梁,展现出一幅令人难以置信的壮观景象。

语法注3 条
  1. 22.2ἐπιθοῖντο

    间接引语中的间接希求语气(optativus obliquus),由主要动词 γέγραφεν 引出,转述凯撒自己的记述。其后的 τρέψαιντο、πέμψειαν 和 ἐπαγάγοι 均遵循此一相同句法结构。

  2. 22.3ἀφοσιουμένους

    阳性宾格复数分词,与动词性形容词 ἐκδοτέον ἐστί 的逻辑主语(罗马人/元老院议员)保持一致。此处未用与格表达动作承担者,而是根据文意将泛指主体作为宾格,后续的 τρέποντας 与其并列。

  3. 22.4τοῦ πρῶτος ἀνθρώπων στρατῷ διαβῆναι

    带定冠词的不定式属格(τοῦ ... διαβῆναι)作 ἐφιέμενος(渴望)的补足语。由于不定式的逻辑主语与主句主语(凯撒)同一,表语形容词 πρῶτος 采用主格而非宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:22.1-22.5