← 普鲁塔克

恺撒传

§21.1-21.4

史无前例的谢神庆典与卢卡会议

元老院就高卢战捷决议举行史无前例的十五天谢神庆典,而恺撒在卢卡与庞培、克拉苏等显贵会晤,通过政治交易确保了后两者的执政官职位及自身统帅权的延期与拨款。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ταῦτα ἡ σύγκλητος πυθομένη πεντεκαίδεκα ἡμέρας ἐψηφίσατο θύειν τοῖς θεοῖς καὶ σχολάζειν ἑορτάζοντας, ὅσας ἐπʼ οὐδεμιᾷ νίκῃ πρότερον.1 καὶ γὰρ ὁ κίνδυνος ἐφάνη μέγας, ἐθνῶν ἅμα τοσούτων ἀναρραγέντων, καὶ τὸ νίκημα λαμπρότερον, ὅτι Καῖσαρ ἦν ὁ νικῶν, ἡ πρὸς ἐκεῖνον εὔνοια τῶν πολλῶν ἐποίει. Καῖσαρ δʼ αὐτὸς εὖ θέμενος τὰ κατὰ τὴν Γαλατίαν πάλιν ἐν τοῖς περὶ Πάδον χωρίοις διεχείμαζε συσκευαζόμενος τὴν πόλιν.

元老院得知这些消息后,便决议向神祇献祭并休业庆祝十五天,在此之前未曾因任何胜利而享有如此长的时间。因为如此之多的部族同时起兵叛乱,危险显得异常巨大,而群众对他的好意,又因凯撒就是胜者而使得这场胜利显得更为辉煌。凯撒本人在妥善安排好高卢的事务后,再次于波河流域诸地过冬,暗中操纵着罗马城的政局。

§21.2

οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς παραγγέλλοντες ἐκείνῳ χρώμενοι χορηγῷ καὶ τοῖς παρʼ ἐκείνου χρήμασι διαφθείροντες τὸν δῆμον ἀνηγορεύοντο, καὶ πᾶν ἔπραττον ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν, ἀλλὰ καὶ τῶν ἐπιφανεστάτων ἀνδρῶν καὶ μεγίστων οἱ πλεῖστοι συνῆλθον πρὸς αὐτὸν εἰς Λοῦκαν, Πομπήϊός τε καὶ Κράσσος καὶ Ἄππιος ὁ τῆς Σαρδόνος ἡγεμών καὶ Νέπως ὁ τῆς Ἰβηρίας ἀνθύπατος, ὥστε ῥαβδούχους μὲν ἑκατὸν εἴκοσι γενέσθαι, συγκλητικοὺς δὲ πλείονας ἢ διακοσίους.

因为不仅竞选公职的人以他为赞助人,用来自他那里的金钱收买民众并被宣布当选,且竭力从事一切能够增强他权势的事情,而且显贵与地位最崇高之人中的多数,也来到卢卡与他聚会,其中包括庞培、克拉苏、撒丁的总督阿庇乌斯以及西班牙的前执政官内波斯,以至于聚集了多达一百二十名扈从官和二百多位元老院议员。

§21.3

βουλὴν δὲ θέμενοι διεκρίθησαν ἐπὶ τούτοις·2 ἔδει Πομπήϊον μὲν καὶ Κράσσον ὑπάτους ἀποδειχθῆναι, Καίσαρι δὲ χρήματα καὶ πενταετίαν ἄλλην ἐπιμετρηθῆναι τῆς στρατηγίας, ὃ καὶ παραλογώτατον ἐφαίνετο τοῖς νοῦν ἔχουσιν. οἱ γὰρ τοσαῦτα χρήματα παρὰ Καίσαρος λαμβάνοντες ὡς οὐκ ἔχοντι3 διδόναι τὴν βουλὴν ἔπειθον, μᾶλλον δὲ ἠνάγκαζον ἐπιστένουσαν οἷς ἐψηφίζοντο, Κάτωνος μὲν οὐ παρόντος, ἐπίτηδες γὰρ αὐτὸν εἰς Κύπρον ἀπεδιοπομπήσαντο, Φαωνίου δέ, ὃς ἦν ζηλωτὴς Κάτωνος, ὡς οὐδὲν ἐπέραινεν ἀντιλέγων, ἐξαλλομένου διὰ θυρῶν καὶ βοῶντος εἰς τὸ πλῆθος. ἀλλὰ προσεῖχεν οὐδείς, τῶν μὲν Πομπήϊον αἰδουμένων καὶ Κράσσον, οἱ δὲ πλεῖστοι Καίσαρι χαριζόμενοι καὶ πρὸς τὰς ἀπʼ ἐκείνου ζῶντες ἐλπίδας ἡσύχαζον.

在商议之后,他们达成以下条件而散去:必须推举庞培和克拉苏为执政官,而给凯撒核拨经费并将统帅权再延长五年;在有理智的人看来,这显得极其荒谬。因为那些从凯撒那里收取巨资的人,反而以凯撒缺乏资金为由,劝说元老院给其拨款,或者不如说是在迫使元老院一面为自己所通过的决议叹息一面照准。小加图当时并不在场,因为他们特意把他支开打发到了塞浦路斯;而身为加图效仿者的法沃尼乌斯,在提出反对却毫无成效后,便冲出大门向民众大声疾呼。然而无人理睬,一部分人对庞培和克拉苏心存敬畏,而绝大多数人则为了讨好凯撒、指望着从他那里获得好处而保持沉默。

语法注3 条
  1. 21.1ὅσας ἐπʼ οὐδεμιᾷ νίκῃ πρότερον

    关系代词 ὅσας 的先行词是前文的 πεντεκαίδεκα ἡμέρας(十五天);在关系从句内部省略了名词 ἡμέρας 和动词(如 ἐψηφίσατο),构成比较从句,意为“如以往在任何胜利时所未曾决议过的(那么多天数)”。

  2. 21.3βουλὴν δὲ θέμενοι διεκρίθησαν ἐπὶ τούτοις

    短语 βουλὴν θέμενοι 是惯用表达,意为“商议定策之后”。介词短语 ἐπὶ τούτοις(“在这些条件下/以此为基础”)具有前指作用,统摄后文由 ἔδει 引出的不定式从句内容。

  3. 21.3ὡς οὐκ ἔχοντι

    连词 ὡς 与现在分词与格 ἔχοντι 结合,修饰动词 διδόναι 未言明的间接宾语(即恺撒)。ὡς 表示表面上的托词或主观假托(“借口好像他没有[钱]一样”),将恺撒腰缠万贯的实情与向元老院索取公款时伪装的托词形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:21.1-21.4