- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:20.1-20.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒冬歇期间在高卢波河流域经营罗马政局,随后回师平定贝尔盖人的叛乱,并在亲历险境后彻底歼灭了凶悍顽强的涅尔维人。
ταῦτα διαπραξάμενος τὴν μὲν δύναμιν ἐν Σηκουανοῖς ἀπέλιπε διαχειμάσουσαν, αὐτὸς δὲ τοῖς ἐν Ῥώμῃ προσέχειν βουλόμενος εἰς τὴν περὶ Πάδον Γαλατίαν κατέβη, τῆς αὐτῷ δεδομένης ἐπαρχίας οὖσαν1 ὁ γὰρ καλούμενος Ῥουβίκων ποταμὸς ἀπὸ τῆς ὑπὸ ταῖς Ἄλπεσι Κελτικῆς ὁρίζει τὴν ἄλλην Ἰταλίαν.
办妥这些事情后,恺撒把军队留在塞夸尼人那里过冬,自己则为了关注罗马的政局,前往波河流域的高卢;这片土地属于分派给他的行省,因为所谓的卢比孔河将阿尔卑斯山下的凯尔特地区与意大利其余部分隔开。
ἐνταῦθα καθήμενος ἐδημαγώγει, πολλῶν πρὸς αὐτὸν ἀφικνουμένων, διδοὺς ὧν ἕκαστος δεηθείη, καὶ πάντας ἀποπέμπων τὰ μὲν ἔχοντας ἤδη παρʼ αὐτοῦ, τὰ δὲ ἐλπίζοντας, καὶ παρὰ τὸν ἄλλον δὲ πάντα τῆς στρατείας χρόνον ἐλάνθανε τὸν Πομπήϊον2 ἐν μέρει νῦν μὲν τοὺς πολεμίους τοῖς τῶν πολιτῶν ὅπλοις καταστρεφόμενος, νῦν δὲ τοῖς ἀπὸ τῶν πολεμίων χρήμασιν αἱρῶν τοὺς πολίτας καὶ χειρούμενος.
恺撒留在那里笼络人心,许多人前来投奔他,他满足每个人所提出的请求,打发所有人离去,他们既已从他那里得到了一些,又对另一些满怀期望;在整个战役的其余时间里,庞培始终未能察觉,恺撒时而借助同胞公民的武器征服敌人,时而又用从敌人那里掠夺的财富收买并掌控本国公民。
ἐπεὶ δὲ Βέλγας ἤκουσε δυνατωτάτους Κελτῶν καὶ τὴν τρίτην ἁπάσης τῆς Κελτικῆς νεμομένους ἀφεστάναι, πολλὰς δή τινας μυριάδας ἐνόπλων ἀνδρῶν ἠθροικότας, ἐπιστρέψας εὐθὺς ἐχώρει τάχει πολλῷ καὶ πορθοῦσι τοὺς συμμάχους Γαλάτας ἐπιπεσὼν τοῖς πολεμίοις τοὺς μὲν ἀθρουστάτους καὶ πλείστους αἰσχρῶς ἀγωνισαμένους τρεψάμενος διέφθειρεν, ὥστε καὶ λίμνας καὶ ποταμοὺς βαθεῖς τοῖς Ῥωμαίοις νεκρῶν πλήθει περατοὺς γενέσθαι, τῶν δʼ ἀποστάντων οἱ μὲν παρωκεάνιοι πάντες ἀμαχεὶ προσεχώρησαν ἐπὶ δὲ τοὺς ἀγριωτάτους καὶ μαχιμωτάτους τῶν τῇδε, Νερβίους, ἐστράτευσεν, οἵπερ εἰς συμμιγεῖς δρυμοὺς κατῳκημένοι, γενεὰς δὲ καὶ κτήσεις ἔν τινι βυθῷ τῆς ὕλης ἀπωτάτω θέμενοι τῶν πολεμίων, αὐτοὶ τῷ Καίσαρι ποιουμένῳ χάρακα καὶ μὴ προσδεχομένῳ τηνικαῦτα τὴν μάχην ἑξακισμύριοι τὸ πλῆθος ὄντες αἰφνιδίως προσέπεσον, καὶ τοὺς μὲν ἱππεῖς ἐτρέψαντο, τῶν δὲ ταγμάτων τὸ δωδέκατον καὶ τὸ ἕβδομον περισχόντες ἅπαντας ἀπέκτειναν τοὺς ταξιάρχους.
及至听说凯尔特人中最强悍、占据全凯尔特三分之一土地的贝尔盖人发生叛乱,聚集了数十万武装之众,恺撒立刻回师并疾速行军;他猛扑正在劫掠罗马同盟高卢人的敌军,将其中集结得最密集、人数最庞大却临阵表现可耻的敌部击溃消灭,以至于由于尸积如山,连湖泊和深河都变得可供罗马人涉水而过。在叛乱者中,临海诸部全都未发一矢便归顺了;但恺撒进而发兵征讨此地最凶残、最善战的涅尔维人。他们定居于密林之中,将家眷和资产安置在林海深处距离敌人最远之地,而其主力六万人则趁着恺撒正在修筑营寨、完全未料到此时会爆发战斗之际发动突袭,击溃了罗马骑兵,并合围了第十二和第七军团,斩杀了所有的百夫长。
εἰ δὲ μὴ Καῖσαρ ἁρπάσας τὸν θυρεὸν καὶ διασχὼν τοὺς πρὸ αὐτοῦ μαχομένους ἐνέβαλε, τοῖς βαρβάροις, καὶ ἀπὸ τῶν ἄκρων τὸ δέκατον κινδυνεύοντος αὐτοῦ κατέδραμε καὶ διέκοψε τὰς τάξεις τῶν πολεμίων, οὐδεὶς ἂν δοκεῖ περιγενέσθαι3 νῦν δὲ τῇ Καίσαρος τόλμῃ τὴν λεγομένην ὑπὲρ δύναμιν μάχην ἀγωνισάμενοι τρέπονται μὲν οὐδʼ ὣς τοὺς Νερβίους, κατακόπτουσι δὲ ἀμυνομένους· πεντακόσιοι γὰρ ἀπὸ μυριάδων ἓξ σωθῆναι λέγονται, βουλευταὶ δὲ τρεῖς ἀπὸ τετρακοσίων.
当时若非恺撒抓过一面盾牌,拨开在他前方作战的士兵,亲自冲向蛮族,加之第十军团在他身陷险境时自高地冲下并撕裂了敌人的阵线,恐怕无人能够幸免。然而,他们在恺撒勇气的激励下,打了一场号称超越常力的恶战,即便如此也未能击溃涅尔维人,而是在对方负隅顽抗中将其尽数斩杀;据说六万人中仅有五百人幸存,四百名议员中仅有三人得生。
- 20.1τῆς αὐτῷ δεδομένης ἐπαρχίας οὖσαν
分词 οὖσαν 为阴性单数宾格,与前文的名词短语 τὴν περὶ Πάδον Γαλατίαν(山南高卢)保持同格一致。属格 τῆς ... ἐπαρχίας 作所属或部分属格,表示“属于分配给他的行省”。
- 20.2ἐλάνθανε τὸν Πομπήϊον
动词 λανθάνω 搭配分词(καταστρεφόμενος ... αἱρῶν καὶ χειρούμενος)的固定句型,意为“在庞培不知不觉之中……”。句子的主语是恺撒,宾格 τὸν Πομπήϊον 是 ἐλάνθανε 的直接宾语。
- 20.5οὐδεὶς ἂν δοκεῖ περιγενέσθαι
在与事实相反的条件句主句中,未采用非人称形式(如 ἐδόκει ἄν),而是使用了人称句式,以 οὐδεὶς 作为 δοκεῖ 的主语(“似乎没有人能幸免”)。小词 ἄν 在句法上修饰不定词 περιγενέσθαι,反映了底层的反事实判断 οὐδεὶς ἂν περιεγένετο。
