- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:19.1-19.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒出征对抗日耳曼人,斥责胆怯军官以振奋全军士气,随后趁阿里奥维斯图斯的军队因女巫占卜按兵不动之际主动挑衅并大获全胜。
δεύτερον δὲ πρὸς Γερμανοὺς ἄντικρυς ὑπὲρ Κελτῶν ἐπολέμησε, καίτοι τὸν βασιλέα πρότερον αὐτῶν Ἀριόβιστον ἐν Ῥώμῃ σύμμαχον πεποιημένος ἀλλʼ ἦσαν ἀφόρητοι τοῖς ὑπηκόοις αὐτοῦ γείτονες, καὶ καιροῦ παραδόντος οὐκ ἂν ἐδόκουν ἐπὶ τοῖς παροῦσιν ἀτρεμήσειν, ἀλλʼ ἐπινεμήσεσθαι καὶ καθέξειν τὴν Γαλατίαν.
其次,恺撒为了保护凯尔特人,直接与日耳曼人开战;尽管此前他曾在罗马将他们的国王阿里奥维斯图斯纳为同盟者,但日耳曼人对于他的臣民而言是难以容忍的邻族,而且人们认为,一旦时机允许,他们绝不会安于现状,反而会大举蚕食并占领高卢。
ὁρῶν δὲ τοὺς ἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλιστα ὅσοι τῶν ἐπιφανῶν καὶ νέων αὐτῷ συνεξῆλθον ὡς δὴ τρυφῇ χρησόμενοι καὶ χρηματισμῷ τῇ μετὰ Καίσαρος στρατείᾳ,1 συναγαγὼν εἰς ἐκκλησίαν ἐκέλευσεν ἀπιέναι καὶ μὴ κινδυνεύειν παρὰ γνώμην οὕτως ἀνάνδρως καὶ μαλακῶς ἔχοντας, αὐτὸς δὲ ἔφη τὸ δέκατον τάγμα μόνον παραλαβὼν ἐπὶ τοὺς βαρβάρους πορεύσεσθαι, μήτε κρείττοσι μέλλων Κίμβρων μάχεσθαι πολεμίοις μήτε αὐτὸς ὢν Μαρίου χείρων στρατηγός.
然而,看到军官们心生怯意,尤其是那些跟随他出征、仿佛打算借助随恺撒从军来贪图享乐并大发横财的显贵与年轻子弟,恺撒便召集全军集会,命令他们离开,不必在心存抵触的情况下如此懦弱软弱地冒险;他宣称自己将只率领第十军团向蛮族进军,因为他所要交战的敌人并不比辛布里人更强,而他自己作为统帅也不比马略逊色。
ἐκ τούτου τὸ μὲν δέκατον τάγμα πρεσβευτὰς ἔπεμψε πρὸς αὐτόν χάριν ἔχειν ὁμολογοῦντες, τὰ δὲ ἄλλα τοὺς ἑαυτῶν ἐκάκιζον ἡγεμόνας, ὁρμῆς δὲ καὶ προθυμίας γενόμενοι πλήρεις ἅπαντες ἠκολούθουν ὁδὸν ἡμερῶν πολλῶν, ἕως ἐν διακοσίοις τῶν πολεμίων σταδίοις κατεστρατοπέδευσαν.ἦν μὲν οὖν ὅ τι καὶ πρὸς τὴν ἔφοδον αὐτὴν ἐτέθραυστο τῆς γνώμης τοῦ Ἀριοβίστου.2 Γερμανοῖς γὰρ ἐπιθήσεσθαι Ῥωμαίους, ὧν ἐπερχομένων οὐκ ἂν ἐδόκουν ὑποστῆναι,3 μὴ προσδοκήσας ἐθαύμαζε τὴν Καίσαρος τόλμαν καὶ τὸν στρατὸν ἑώρα τεταραγμένον.
于是,第十军团派使节谒见恺撒以表谢意,而其他军团则纷纷斥责本部的军官;全军上下斗志昂扬、满腔热忱,跟随行军多日,直至在距敌二百斯塔迪昂处安营扎寨。 且说阿里奥维斯图斯的锐气甚至因进逼本身就在某种程度上受挫。因为他根本未曾料到罗马人竟然会主动进攻日耳曼人——原本人们以为一旦日耳曼人压境,罗马人断然抵挡不住——因而对恺撒的果敢惊叹不已,并眼见自己的军队陷入惊慌。
ἔτι δὲ μᾶλλον αὐτοὺς ἤμβλυνε τὰ μαντεύματα τῶν ἱερῶν γυναικῶν, αἳ ποταμῶν δίναις προσβλέπουσαι καὶ ῥευμάτων ἑλιγμοῖς καὶ ψόφοις τεκμαιρόμεναι προεθέσπιζον, οὐκ ἐῶσαι μάχην τίθεσθαι πρὶν ἐπιλάμψαι νέαν σελήνην. ταῦτα τῷ Καίσαρι πυνθανομένῳ καὶ τοὺς Γερμανοὺς ἡσυχάζοντας ὁρῶντι καλῶς ἔχειν ἔδοξεν ἀπροθύμοις οὖσιν αὐτοῖς συμβαλεῖν μᾶλλον ἢ τὸν ἐκείνων ἀναμένοντα καιρὸν καθῆσθαι.4
圣妇们的占卜更是挫伤了他们的士气;这些妇人凝视着河流的旋涡,根据激流的迂回与声响推测吉凶并发布神谕,严禁他们在新月闪耀之前交战。恺撒获悉此事并见日耳曼人按兵不动,认为与其坐等敌方良机,不如趁他们士气消沉时主动交锋更为有利。
καὶ προσβολὰς ποιούμενος τοῖς ἐρύμασι καὶ λόφοις ἐφʼ ὧν ἐστρατοπέδευον, ἐξηγρίαινε καὶ παρώξυνε καταβάντας πρὸς ὀργὴν διαγωνίσασθαι. γενομένης δὲ λαμπρᾶς τροπῆς αὐτῶν, ἐπὶ σταδίους τετρακοσίους ἄχρι τοῦ Ῥήνου διώξας κατέπλησε τοῦτο πᾶν νεκρῶν τὸ πεδίον καὶ λαφύρων, Ἀριόβιστος δὲ φθάσας μετʼ ὀλίγων διεπέρασε τὸν Ῥῆνον· ἀριθμὸν δὲ νεκρῶν μυριάδας ὀκτὼ γενέσθαι λέγουσι.
于是,恺撒对日耳曼人扎营的营垒与丘陵发起冲击,激怒并挑衅他们下山在愤怒中决一死战。日耳曼人遭受了惨烈的溃败,恺撒引军追击四百斯塔迪昂直至莱茵河,使整片平原布满了尸骸与战利品;阿里奥维斯图斯则抢先率少数残兵渡过了莱茵河。据说阵亡人数达八万人之多。
- 19.2ὡς δὴ τρυφῇ χρησόμενοι καὶ χρηματισμῷ τῇ μετὰ Καίσαρος στρατείᾳ
ὡς 与将来时分词(χρησόμενοι)连用,表示主观动机或借口;小辞 δή 在此带有讽刺意味(“仿佛打算……”)。与格短语 τῇ... στρατείᾳ 充当动词 χράομαι 的宾语,意为“利用随同恺撒的从军(来谋取享受与钱财)”。
- 19.3ἦν μὲν οὖν ὅ τι καὶ πρὸς τὴν ἔφοδον αὐτὴν ἐτέθραυστο τῆς γνώμης τοῦ Ἀριοβίστου
短语 ἦν ὅ τι 作副词性熟语使用,意为“在某种程度上/部分地”,修饰动词 ἐτέθραυστο(过去完成时被动态)。部分格属格 τῆς γνώμης 表达被挫伤的对象,整体结构意为“阿里奥维斯图斯的锐气在某种程度上受挫”。
- 19.3ὧν ἐπερχομένων οὐκ ἂν ἐδόκουν ὑποστῆναι
关系代名词 ὧν 的先行词为前文的 Γερμανοῖς,构成属格独立结构 ὧν ἐπερχομένων(当他们[日耳曼人]压境时)。在人称结构 οὐκ ἂν ἐδόκουν ὑποστῆναι(“被认为无法承受/抵挡”)中,省略的主语为罗马人(Ῥωμαῖοι),从而形成鲜明反差:原本被认为防守尚且不足以抵挡日耳曼人的罗马人,居然主动发起了进攻。
- 19.4ἀπροθύμοις οὖσιν αὐτοῖς συμβαλεῖν μᾶλλον ἢ τὸν ἐκείνων ἀναμένοντα καιρὸν καθῆσθαι
由 μᾶλλον ἤ(与其……不如……)连接并对比了依附于 καλῶς ἔχειν ἔδοξεν 的两个不定式 συμβαλεῖν(交战)与 καθῆσθαι(坐视)。前者的与格短语 ἀπροθύμοις οὖσιν αὐτοῖς 表示 συμβαλεῖν 的交战对象;后者的宾格分词 ἀναμένοντα 与不定式 καθῆσθαι 未明写出的逻辑主语(恺撒)保持性数格一致,τὸν καιρόν 则为 ἀναμένω 的直接宾语。
