← 普鲁塔克

恺撒传

§18.1-18.4

击败赫尔维蒂人与提古里尼人

恺撒开启高卢战事:副将拉比埃努斯击溃提古里尼人,恺撒亲临苦战征服赫尔维蒂人,并将幸存者迁回故土以阻遏日耳曼人的进犯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ἀλλὰ γὰρ ὁ μὲν πρῶτος αὐτῷ τῶν Κελτικῶν πολέμων πρός Ἑλβηττίους συνέστη καὶ Τιγυρίνους, οἳ τὰς αὑτῶν δώδεκα πόλεις καὶ κώμας τετρακοσίας ἐμπρήσαντες ἐχώρουν πρόσω διὰ τῆς ὑπὸ Ῥωμαίους Γαλατίας, ὥσπερ πάλαι Κίμβροι καὶ Τεύτονες, οὔτε τόλμαν ἐκείνων ὑποδεέστεροι δοκοῦντες εἶναι1 καὶ πλῆθος ὁμαλῶς τριάκοντα μὲν αἱ πᾶσαι μυριάδες ὄντες, εἴκοσι δὲ αἱ μαχόμεναι μιᾶς δέουσαι.

且说,他的第一场凯尔特战争是针对赫尔维蒂人和提古里尼人而发动的。这些人烧毁了自己的十二座城镇和四百个村庄,正穿过罗马管辖的高卢向前推进,正如当年的辛布里人和条顿人一样;他们在胆识上看似丝毫不逊色于前者,总人数大约在三十万左右,其中能战者为缺一万的二十万。

§18.2

τούτων Τιγυρίνους μὲν οὐκ αὐτός, ἀλλὰ Λαβιηνὸς πεμφθεὶς ὑπʼ αὐτοῦ περὶ τὸν Ἄραρα ποταμὸν συνέτριψεν, Ἐλβηττίων δὲ αὐτῷ πρός τινα πόλιν φίλην ἄγοντι τὴν στρατιὰν καθʼ ὁδὸν ἀπροσδοκήτως ἐπιθεμένων2 φθάσας ἐπὶ χωρίον καρτερὸν κατέφυγε, κἀκεῖ συναγαγὼν καὶ παρατάξας τὴν δύναμιν, ὡς ἵππος αὐτῷ προσήχθη, τούτῳ μὲν, ἔφη, νικήσας χρήσομαι πρός τὴν δίωξιν, νῦν δὲ ἴωμεν ἐπὶ τοὺς πολεμίους, καὶ πεζὸς ὁρμήσας ἐνέβαλε.

这些人当中的提古里尼人并非由恺撒本人击溃,而是他派出的拉比埃努斯在阿拉尔河一带将其粉碎;然而当赫尔维蒂人在半路上向正引军前往一座同盟城镇的恺撒发动突袭时,他抢先退守到一处险要的高地。恺撒在那里集结并列好阵势,当有人将战马牵至他跟前时,“这匹马,”他说,“我将在获胜之后用于追击;但现在,让我们走向敌人,”于是他徒步向前冲锋并发起攻击。

§18.3

χρόνῳ δὲ καὶ χαλεπῶς ὠσάμενος τὸ μάχιμον περὶ ταῖς ἁμάξαις καὶ τῷ χάρακι τὸν πλεῖστον ἔσχε πόνον, οὐκ αὑτῶν μόνων ὑφισταμένων ἐκεῖ καὶ μαχομένων, ἀλλὰ καὶ παῖδες αὑτῶν καὶ γυναῖκες ἀμυνόμενοι μέχρι θανάτου συγκατεκόπησαν,3 ὥστε τὴν μάχην μόλις εἰς μέσας νύκτας τελευτῆσαι.

经过漫长时间且艰难地击溃敌方的作战主力后,他在大车与营垒周围遇到了最激烈的苦战;不仅是赫尔维蒂男子坚守在那里面迎敌,就连他们的妇孺也拼死抵抗、同被诛戮,以致战事迟至午夜方才告终。

§18.4

καλῷ δὲ τῷ τῆς νίκης ἔργῳ κρεῖττον ἐπέθηκε τὸ συνοικίσαι4 τοὺς διαφυγόντας ἐκ τῆς μάχης τῶν περιόντων βαρβάρων, καὶ καταναγκάσαι τὴν χώραν ἀναλαβεῖν ἣν ἀπέλιπον καὶ τὰς πόλεις ἃς διέφθειραν, ὄντας ὑπὲρ δέκα μυριάδας, ἔπραξε δὲ τοῦτο δεδιὼς μὴ τὴν χώραν ἔρημον γενομένην οἱ Γερμανοὶ διαβάντες κατάσχωσι.

恺撒在这一辉煌的胜利战绩之上,又增添了一桩更卓越的伟业:他将那些从战火中逃生且幸存的蛮族人重新安置,并迫使他们重返被遗弃的土地并重建被毁坏的城镇——其人数超过十万之众;他之所以如此行事,是担忧那片土地荒芜之后,日耳曼人会渡河将其侵占。

语法注4 条
  1. 18.1οὔτε τόλμαν ἐκείνων ὑποδεέστεροι δοκοῦντες εἶναι

    τόλμαν 为限定宾格(关系宾格),修饰比较级形容词 ὑποδεέστεροι;ἐκείνων 作比较属格,指代前文的辛布里人与条顿人,意为“在胆魄方面看似并不比他们逊色”。

  2. 18.2Ἐλβηττίων δὲ αὐτῷ πρός τινα πόλιν φίλην ἄγοντι τὴν στρατιὰν καθʼ ὁδὸν ἀπροσδοκήτως ἐπιθεμένων

    属格独立结构(Ἐλβηττίων ... ἐπιθεμένων)中嵌套了指代恺撒的与格分词短语(αὐτῷ ... ἄγοντι τὴν στρατιὰν)。与格在意义上表示受突袭影响的当事人,与表时间背景的独立属格紧密交织在一起。

  3. 18.3οὐκ αὑτῶν μόνων ὑφισταμένων ἐκεῖ καὶ μαχομένων, ἀλλὰ καὶ παῖδες αὑτῶν καὶ γυναῖκες ἀμυνόμενοι μέχρι θανάτου συγκατεκόπησαν

    这是一个破格语法(句式破裂,anacoluthon)现象:前半部分使用属格独立分词结构(οὐκ αὑτῶν μόνων ὑφισταμένων...),后半部分通过 ἀλλὰ καί 转入由主格主语及限定动词构成的分句(παῖδες ... συγκατεκόπησαν),生动呈现了敌方全员搏命至死的混乱与惨烈场景。

  4. 18.4καλῷ δὲ τῷ τῆς νίκης ἔργῳ κρεῖττον ἐπέθηκε τὸ συνοικίσαι

    καλῷ 处于与格 τῷ τῆς νίκης ἔργῳ 的表语位置(“胜利的功绩虽已甚为卓越”);带有冠词的不定词 τὸ συνοικίσαι ... καὶ καταναγκάσαι 作为同位语,具体阐述宾格 κρεῖττον(“更胜一筹者”)的实际内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:18.1-18.4