← 普鲁塔克

恺撒传

§17.1-17.6

恺撒的身先士卒与严苛军旅生活

恺撒以极其慷慨的赏赐和身先士卒的坚忍激发士兵的斗志,他虽身患痼疾与癫痫,却以征战作为强身之法,展现出神速行军与马上口授的惊人能力。有关饮食与借宿的轶事,则进一步体现了他的宽和随性与对部下的体恤照顾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

τὰ δὲ τοιαῦτα λήματα καὶ τὰς φιλοτιμίας αὐτός ἀνέθρεψε καὶ κατεσκεύασε Καῖσαρ, πρῶτον μὲν τῷ χαρίζεσθαι καὶ τιμᾶν ἀφειδῶς ἐνδεικνύμενος ὅτι τὸν πλοῦτον οὐκ εἰς τρυφὴν ἰδίαν οὐδέ τινας ἡδυπαθείας ἐκ τῶν πολέμων ἀθροίζει, κοινὰ δὲ ἆθλα τῆς ἀνδραγαθίας παρʼ αὐτῷ φυλασσόμενα ἀπόκειται, καὶ μέτεστιν ἐκείνῳ τοῦ πλουτεῖν ὅσα τοῖς ἀξίοις τῶν στρατιωτῶν δίδωσιν1 ἔπειτα τῷ πάντα μὲν κίνδυνον ἑκὼν ὑφίστασθαι, πρὸς μηδένα δὲ τῶν πόνων ἀπαγορεύειν.

恺撒本人培育并造就了这样的气魄与好胜心:首先,他毫不吝惜地赏赐与授予荣誉,以此表明他从战争中聚敛财富并非为了个人享乐或骄奢淫逸,而是作为勇武的共同奖赏留存代管在他手中,他在富足上所享有的份额,仅限于他分发给应得士兵的数额;其次,他甘冒一切凶险,在任何劳苦面前都不退却。

§17.2

τὸ μὲν οὖν φιλοκίνδυνον οὐκ ἐθαύμαζον αὐτοῦ διά τὴν φιλοτιμίαν ἡ δὲ τῶν πόνων ὑπομονὴ παρὰ τὴν τοῦ σώματος δύναμιν ἐγκαρτερεῖν δοκοῦντος ἐξέπληττεν, ὅτι καὶ τὴν ἕξιν ὢν ἰσχνός καὶ τὴν σάρκα λευκὸς καὶ ἁπαλός καὶ τὴν κεφαλὴν νοσώδης καὶ τοῖς ἐπιληπτικοῖς ἔνοχος, ἐν Κορδύβῃ πρῶτον αὐτῷ τοῦ πάθους, ὡς λέγεται, τούτου προσπεσόντος, οὐ μαλακίας ἐποιήσατο τὴν ἀρρωστίαν πρόφασιν, ἀλλὰ θεραπείαν τῆς ἀρρωστίας τὴν στρατείαν, ταῖς ἀτρύτοις ὁδοιπορίαις καὶ ταῖς εὐτελέσι διαίταις καὶ τῷ θυραυλεῖν ἐνδελεχῶς καὶ ταλαιπωρεῖν ἀπομαχόμενος τῷ πάθει καὶ τὸ σῶμα τηρῶν δυσάλωτον. ἐκοιμᾶτο μέν γε τοὺς πλείστους ὕπνους ἐν ὀχήμασιν ἢ φορείοις, εἰς πρᾶξιν τὴν ἀνάπαυσιν κατατιθέμενος, ὠχεῖτο δὲ μεθʼ ἡμέραν ἐπὶ τὰ φρούρια καὶ τὰς πόλεις καὶ τοὺς χάρακας, ἑνὸς αὐτῷ συγκαθημένου παιδὸς τῶν ὑπογράφειν ἅμα διώκοντος εἰθισμένων,2 ἑνὸς δʼ ἐξόπισθεν ἐφεστηκότος στρατιώτου ξίφος ἔχοντος.

因此,人们对他那种好冒险的精神并不感到惊奇,因为他本就志向远大;但他在劳苦面前的隐忍却令人震惊,他所表现出的坚韧似乎超出了他的肉体承受力。尤其是他体形清瘦,肤白体弱,常患头疾,并深受癫痫病发作之苦——据说这病症最早是在科尔多瓦袭向他的——然而他并未以疾病作为软弱偷安的借口,反而将征战当作医治疾病的良方,通过不知疲倦的长途行军、清简的饮食、长期的露宿以及吃苦耐劳来抵御疾患,使身体保持难以被病痛击溃的状态。实际上,他大多在车舆或轿子中睡觉,将歇息转化为行动;白天他则乘车视察要塞、城镇和营垒,身旁坐着一名专门训练有素、能在他疾驰之际记录口授的侍童,身后则立着一名佩剑的卫兵。

§17.4

συντόνως δὲ ἤλαυνεν οὕτως ὥστε τὴν πρώτην ἔξοδον ἀπὸ Ῥώμης ποιησάμενος ὀγδοαῖος ἐπὶ τὸν Ῥοδανὸν ἐλθεῖν. τὸ μὲν οὖν ἱππεύειν ἐκ παιδὸς ἦν αὐτῷ ῥᾴδιον εἴθιστο γὰρ εἰς τοὐπίσω τὰς χεῖρας ἀπάγων καὶ τῷ νώτῳ περιπλέκων ἀνὰ κράτος ἐλαύνειν τὸν ἵππον. ἐν ἐκείνῃ δὲ τῇ στρατείᾳ προσεξήσκησεν ἱππαζόμενος τὰς ἐπιστολὰς ὑπαγορεύειν καὶ δυσὶν ὁμοῦ γράφουσιν ἐξαρκεῖν, ὡς δὲ Ὄππιός φησι, καὶ πλείοσι.

他的行军速度极其迅捷,以致初次从罗马出发时,第八天便抵达了罗讷河。其实骑马自幼对他而言就轻而易举,因为他习惯将双手背在身后相扣,同时策马全速飞奔。而在那次远征中,他更进一步锻炼了在马背上口授信件的能力,能同时使两名文书忙于记录,据奥庇乌斯所言,甚至更多。

§17.5

λέγεται δὲ καὶ τὸ διά γραμμάτων τοῖς φίλοις ὁμιλεῖν Καίσαρα πρῶτον μηχανήσασθαι, τὴν κατὰ πρόσωπον ἔντευξιν ὑπὲρ τῶν ἐπειγόντων τοῦ καιροῦ διά τε πλῆθος ἀσχολιῶν καὶ τῆς πόλεως τὸ μέγεθος μὴ περιμένοντος. τῆς δὲ περὶ τὴν δίαιταν εὐκολίας κἀκεῖνο ποιοῦνται σημεῖον, ὅτι τοῦ δειπνίζοντος αὐτὸν ἐν Μεδιολάνῳ ξένου Οὐαλλερίου Λέοντος παραθέντος ἀσπάραγον καὶ μύρον ἀντʼ ἐλαίου καταχέαντος, αὐτὸς μὲν ἀφελῶς ἔφαγε, τοῖς δὲ φίλοις δυσχεραίνουσιν ἐπέπληξεν.

据说恺撒还是最早发明通过书信与朋友交往的人,这是因为事务繁忙且城池辽阔,紧急事务的机宜不容等待当面晤谈。至于他在饮食上的随和豁达,人们也常以一事为例:当在梅迪奥拉农招待他的主人瓦勒里乌斯·莱昂端上芦笋,并浇上香膏而非橄榄油时,恺撒自己神色坦然地食之,却责备了面露不悦的朋友们。

§17.6

ἢρκει γὰρ, ἔφη, τὸ μὴ χρῆσθαι τοῖς ἀπαρέσκουσιν ὁ δὲ τὴν τοιαύτην ἀγροικίαν ἐξελέγχων αὐτός ἐστιν ἄγροικος. ἐν ὁδῷ δέ ποτε συνελασθεὶς ὑπὸ χειμῶνος εἰς ἔπαυλιν ἀνθρώπου πένητος, ὡς οὐδὲν εὗρε πλέον οἰκήματος ἑνὸς γλίσχρως ἕνα δέξασθαι δυναμένου, πρὸς τοὺς φίλους εἰπών ὡς τῶν μὲν ἐντίμων παραχωρητέον εἴη τοῖς κρατίστοις,3 τῶν δὲ ἀναγκαίων τοῖς ἀσθενεστάτοις, Ὄππιον ἐκέλευσεν ἀναπαύσασθαι· αὐτὸς δὲ μετὰ τῶν ἄλλων ὑπὸ τῷ προστεγίῳ τῆς θύρας ἐκάθευδεν.

“因为,”他说,“不吃不喜欢的东西也就够了;而对这等粗俗之处横加挑剔的人,自己才是粗俗的。” 有一次在旅途中,他因暴风雨被迫避入一个穷人的茅舍,发现除了仅能勉强容纳一人的单间之外别无他处,便对朋友们说,荣誉之位当让给最强健之人,而必需之物则应让给最衰弱之人,于是命令奥庇乌斯前去歇息;而他自己则和其他人一起,睡在门前的廊檐之下。

语法注3 条
  1. 17.1καὶ μέτεστιν ἐκείνῳ τοῦ πλουτεῖν ὅσα τοῖς ἀξίοις τῶν στρατιωτῶν δίδωσιν

    无人称动词 μέτεστι 遵循“与格人称(ἐκείνῳ)+ 属格事物(冠词不定词 τοῦ πλουτεῖν)”的结构,表示“某人分有某物”。关系从句 ὅσα... δίδωσιν 作副词性宾格(或内在宾格)以表示程度与范围,意为“他在富有一事上所占有的份额,仅限于他分给配得士兵的那些”。

  2. 17.3τῶν ὑπογράφειν ἅμα διώκοντος εἰθισμένων

    从属于 ἑνὸς ... παιδός 的部分属格名词化分词短语 τῶν εἰθισμένων(属格复数)统摄不定词 ὑπογράφειν,并内嵌了 ἅμα διώκοντος。其中 διώκοντος 是省略了代词主语 αὐτοῦ(指恺撒,因上下文明确而省)的独立属格结构,与 ἅμα 连用表示时间背景(“在他疾驰的同时”)。

  3. 17.6τῶν μὲν ἐντίμων παραχωρητέον εἴη τοῖς κρατίστοις

    由动形容词 παραχωρητέον 构成的无人称句,在 ὡς 引出的间接引语中采用希求法 εἴη。依照动词 παραχωρέω 的句法要求,让出的对象用表示离格/部分意义的属格(τῶν ἐντίμων),受让的对象则用与格(τοῖς κρατίστοις)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:17.1-17.6