- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:16.1-16.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文章列举了阿基利乌斯、卡西乌斯·斯凯瓦、不列颠战役中的无名士兵以及格拉尼乌斯·佩特罗的英勇事迹,以展现士兵对恺撒的极度忠诚与勇猛。
εὐνοίᾳ δὲ καὶ προθυμίᾳ στρατιωτῶν ἐχρήσατο τοσαύτῃ περὶ αὑτόν ὥστε τοὺς ἑτέρων μηδὲν ἐν ταῖς ἄλλαις στρατείαις διαφέροντας ἀμάχους καὶ ἀνυποστάτους φέρεσθαι πρὸς πᾶν δεινὸν ὑπὲρ τῆς Καίσαρος δόξης, οἷος ἦν τοῦτο μὲν Ἀκίλιος, ὃς ἐν τῇ περὶ Μασσαλίαν ναυμαχίᾳ νεὼς πολεμίας ἐπιβεβηκώς τὴν μὲν δεξιὰν ἀπεκόπη χεῖρα1 μαχαίρᾳ, τῇ δὲ2 ἑτέρα τὸν θυρεὸν οὐκ ἀφῆκεν, ἀλλὰ τύπτων εἰς τὰ πρόσωπα τοὺς πολεμίους ἀπέστρεψε πάντας καὶ τοῦ σκάφους ἐπεκράτησε· τοῦτο δὲ Κάσσιος Σκεύας, ὃς ἐν τῇ περὶ Δυρράχιον μάχῃ τὸν ὀφθαλμὸν ἐκκοπεὶς τοξεύματι, τὸν δὲ ὦμον ὑσσῷ καὶ τὸν μηρὸν ἑτέρῳ διεληλαμένος, τῷ δὲ θυρεῷ βελῶν ἑκατὸν καὶ τριάκοντα πληγὰς ἀναδεδεγμένος, ἐκάλει τοὺς πολεμίους ὡς παραδώσων ἑαυτόν. δυεῖν δὲ προσιόντων, τοῦ μὲν ἀπέκοψε τὸν ὦμον τῇ μαχαίρᾳ, τὸν δὲ κατὰ τοῦ προσώπου πατάξας ἀπέστρεψεν, αὐτὸς δὲ διεσώθη τῶν οἰκείων περισχόντων.
此外,恺撒在士兵中赢得了对自己如此深厚的忠心与热忱,以致那些在其他战役中与常人无异的士兵,为了恺撒的荣耀,面对任何凶险都变得所向披靡、勇往直前。例如阿基利乌斯,在马赛附近的海战中登上敌船,右手被短刀斩断,却未曾放下另一只手中的盾牌,反而以盾击打敌人的面门,击退了所有人并夺取了该舰;又如卡西乌斯·斯凯瓦,在底拉西乌姆之战中被箭矢射瞎一只眼睛,肩头被标枪刺透,大腿亦被另一柄枪贯穿,盾牌上承受了一百三十处矢石的击打,此时他呼唤敌人,假装要自投降服。待有二人上前时,他用短刀斩落其中一人的肩膀,又重击另一人的面门将其击退,而他自己则在战友围拢接应下得以生还。
ἐν δὲ Βρεττανίᾳ τῶν πολεμίων εἰς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων ἐμπεσοῦσι τοῖς πρώτοις ταξιάρχοις ἐπιθεμένων3 στρατιώτης, Καίσαρος αὐτοῦ τὴν μάχην ἐφορῶντος, ὠσάμενος εἰς μέσους καὶ πολλὰ καὶ περίοπτα τόλμης ἀποδειξάμενος ἔργα τοὺς μὲν ταξιάρχους ἔσωσε, τῶν βαρβάρων φυγόντων, αὐτὸς δὲ χαλεπῶς ἐπὶ πᾶσι διαβαίνων ἔρριψεν ἑαυτὸν εἰς ῥεύματα τελματώδη, καὶ μόλις ἄνευ τοῦ θυρεοῦ, τὰ μὲν νηχόμενος, τὰ δὲ βαδίζων, διεπέρασε.
在不列颠,当前锋百夫长们陷入一片泥泞多水之地而遭到敌军突袭时,恺撒本人正在督战,一名士兵冲入敌阵当中,展现出诸多令人瞩目的非凡勇武,在蛮族败退之际救出了百夫长们;但他自己殿后回撤时陷入困境,投身于泥泞的急流之中,时而泅渡,时而涉水,好不容易才在丢失盾牌的情况下渡了过来。
θαυμαζόντων δὲ τῶν περὶ τὸν Καίσαρα καὶ μετὰ χαρᾶς καὶ κραυγῆς ἀπαντώντων, αὐτὸς εὖ μάλα κατηφὴς καὶ δεδακρυμένος προσέπεσε τῷ Καίσαρι, συγγνώμην αἰτούμενος ἐπὶ τῷ προέσθαι τὸν θυρεόν.4 ἐν δὲ Λιβύῃ ναῦν ἑλόντες οἱ περὶ Σκηπίωνα Καίσαρος, ἐν ᾗ Γράνιος Πέτρων ἐπέπλει ταμίας ἀποδεδειγμένος, τοὺς μὲν ἄλλους ἐποιοῦντο λείαν, τῷ δὲ ταμίᾳ διδόναι τὴν σωτηρίαν ἔφασαν, ὁ δὲ εἰπών ὅτι τοῖς Καίσαρος στρατιώταις οὐ λαμβάνειν, ἀλλὰ διδόναι σωτηρίαν ἔθος ἐστίν, ἑαυτὸν τῷ ξίφει πατάξας ἀνεῖλε.
当恺撒身边的人无不惊叹、欢呼雀跃地上前迎接他时,他却极其沮丧、泪流满面地伏倒在恺撒跟前,为自己遗弃了盾牌而乞求宽恕。此外在利比亚,西庇阿的党羽俘获了恺撒的一艘船只,上面坐着被任命为财务官的格拉尼乌斯·佩特罗;他们将其他人作为战利品,却声称要留给财务官一条性命;但他却说,恺撒的士兵习于赐人生路而非受人饶命,遂以剑自刺而亡。
- 16.1τὴν μὲν δεξιὰν ἀπεκόπη χεῖρα
动词 ἀποκόπτω 的被动不定过去时 ἀπεκόπη 带有表示受损身体部位的宾格(关系宾格/受损部位宾格,或主动语态直接宾语在被动句中的保留)τὴν δεξιὰν χεῖρα,意为“被砍断了右手”。
- 16.1τοῦτο μὲν ... τοῦτο δὲ
中性单数宾格代词用作副词性对举(“一方面……另一方面……”或“一者……次者……”),引出并列的例证,在此处用以导入体现士兵献身精神的具体人物(阿基利乌斯与斯凯瓦)。
- 16.3τῶν πολεμίων εἰς τόπον ἑλώδη καὶ μεστὸν ὑδάτων ἐμπεσοῦσι τοῖς πρώτοις ταξιάρχοις ἐπιθεμένων
此处是一个属格绝对结构 τῶν πολεμίων ... ἐπιθεμένων(“当敌军突袭时”),其内部嵌套了动词 ἐπιτίθημι 所支配的与格宾语 τοῖς πρώτοις ταξιάρχοις(“前锋百夫长们”)及其修饰分词短语 εἰς τόπον ἑλώδη ... ἐμπεσοῦσι(“陷入沼泽多水之地”)。
- 16.4ἐπὶ τῷ προέσθαι τὸν θυρεόν
介词 ἐπί 加上带中性与格冠词的不定词(προΐημι 的第二不定过去时中动不定词),表示原因或事由:“因遗弃了盾牌”,修饰 συγγνώμην αἰτούμενος(“乞求宽恕”)。
