← 普鲁塔克

恺撒传

§15.1-15.3

高卢战役的序幕与超越历代名将的军功

记述转向恺撒的高卢战役时期,概括了他无与伦比的军事功勋,并指出他在征服疆土、战役规模、歼敌数量及宽仁待人等各方面均超越了罗马历代名将。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1

τοιαῦτα μὲν οὖν λέγεται γενέσθαι τὰ πρὸ τῶν Γαλατικῶν. ὁ δὲ τῶν πολέμων οὓς ἐπολέμησε μετὰ ταῦτα, καὶ τῶν στρατειῶν αἷς ἡμερώσατο τὴν Κελτικὴν, χρόνος, ὥσπερ ἄλλην ἀρχὴν λαβόντος αὐτοῦ καὶ καταστάντος εἰς ἑτέραν τινὰ βίου καὶ πραγμάτων καινῶν ὁδόν, οὐκ ἔστιν ὅτου τῶν μάλιστα τεθαυμασμένων ἐφʼ ἡγεμονίᾳ καὶ μεγίστων γεγονότων ἀπολείποντα1 πολεμιστὴν καὶ στρατηλάτην ἀπέδειξεν αὐτόν, ἀλλʼ εἴτε Φαβίους καὶ Σκηπίωνας καὶ Μετέλλους καὶ τοὺς κατʼ αὐτὸν ἢ μικρὸν ἔμπροσθεν αὐτοῦ, Σύλλαν καὶ Μάριον ἀμφοτέρους τε Λευκούλλους ἢ καὶ Πομπήϊον αὐτόν, οὗ κλέος ὑπουράνιον ἤνθει τότε παντοίας περὶ πόλεμον ἀρετῆς, παραβάλοι τις, αἱ Καίσαρος ὑπερβάλλουσι πράξεις τὸν μὲν χαλεπότητι τόπων ἐν οἷς ἐπολέμησε, τὸν δὲ2 μεγέθει χώρας ἣν προσεκτήσατο, τὸν δὲ πλήθει καὶ βίᾳ πολεμίων οὓς ἐνίκησε, τὸν δὲ ἀτοπίαις καὶ ἀπιστίαις ἠθῶν ἃ καθωμίλησε, τὸν δὲ ἐπιεικείᾳ καὶ πρᾳότητι πρὸς τοὺς ἁλισκομένους, τὸν δὲ δώροις καὶ χάρισι πρὸς τοὺς συστρατευομένους, πάντας δὲ τῷ πλείστας μεμαχῆσθαι μάχας καὶ πλείστους ἀνῃρηκέναι τῶν ἀντιταχθέντων. ἔτη γὰρ οὐδὲ δέκα πολεμήσας περὶ Γαλατίαν πόλεις μὲν ὑπὲρ ὀκτακοσίας κατὰ κράτος εἷλεν, ἔθνη δὲ ἐχειρώσατο τριακόσια, μυριάσι δὲ παραταξάμενος κατὰ μέρος τριακοσίαις3 ἑκατὸν μὲν ἐν χερσὶ διέφθειρεν, ἄλλας δὲ τοσαύτας ἐζώγρησεν.

据说高卢战役之前的事情便是如此。然而,此后他所从事的战争以及他用以征服凯尔特地区的远征时期,仿佛他获得了一个新的开端,步入了一条截然不同的人生与崭新事业的轨道一般,证明了他是一名绝不逊色于因统帅之才而备受推崇、成就至巨的任何将领的战士与统帅。其实,无论人们是将费边家族、西庇阿家族、梅特卢斯家族,还是将与他同时代或稍早于他的人,如苏拉、马略、两位卢库鲁斯,抑或将当时以战争各样武德名扬冲天的庞培本人拿来相比,恺撒的事业都在某些方面超越了他们:或因作战地势之险峻而胜过此人,或因所获疆土之辽阔而胜过彼人,或因所击溃敌军之众与勇力而胜过他人,或因所教化降服的风俗之诡谲凶顽与背信弃义而胜过一人,或因对待战俘之宽宏温厚而胜过一人,或因对待并肩作战将士之赏赐施恩而胜过一人,更以其交战次数最多、歼灭当阵之敌最多而胜过了所有人。事实上,他在高卢一带征战不满十年,便以武力攻克了八百余座城池,降服了三百个部族;在不同阶段先后迎战总计三百万之敌,于白刃战中歼敌百万人,又生擒了同等数目的人。

语法注3 条
  1. 15.1οὐκ ἔστιν ὅτου τῶν μάλιστα τεθαυμασμένων ἐφʼ ἡγεμονίᾳ καὶ μεγίστων γεγονότων ἀπολείποντα

    短语 οὐκ ἔστιν ὅτου 是 οὐδείς ἐστιν ὅτου(“没有一个人……”)的惯用紧缩形式,在句中作分词 ἀπολείποντα 所支配的比较属格。分词 ἀπολείποντα 为阳性单数宾格,与主句谓语动词 ἀπέδειξεν 的直接宾语 αὐτόν 保持一致,充当补足主句宾语的述语分词,意为“表明他不逊色于任何人”。

  2. 15.2τὸν μὲν ... τὸν δὲ ... πάντας δὲ

    这些宾格指示代词是谓语动词 ὑπερβάλλουσι(“超越、胜过”)的宾语,呼应前文条件从句 παραβάλοι τις(“如果有人将……拿来比较”)中列举的历代将领,分别表示“此人……彼人……所有人”。每个代词后均附有表示基准或方面的关系与格(如 χαλεπότητι、μεγέθει、πλήθει 等,最后则以冠词不定式结构 τῷ ... μεμαχῆσθαι 总结)。

  3. 15.3μυριάσι δὲ παραταξάμενος κατὰ μέρος τριακοσίαις

    词组 μυριάσι ... τριακοσίαις 意为“三百个万”(即三百万),作分词 παραταξάμενος(“交阵、对阵”)所要求的交战/敌对与格。副词短语 κατὰ μέρος 意为“分批、部分地、各阶段”,修饰交战方式,用以说明恺撒并非在一次会战中同时面对三百万大军,而是在近十年的各次战役中分期分部交锋。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:15.1-15.3