- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:14.1-14.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
就任执政官后,恺撒强行通过平民派的土地法案,并通过与庞培、克拉苏结盟及政治联姻压制了反对派的比布卢斯和小加图,获得了对高卢的长期统帅权,并促成了西塞罗的流放。
οὐ μὴν ἀλλʼ ὁ Καῖσαρ ἐν μέσῳ τῆς Κράσσου καὶ Πομπηΐου φιλίας δορυφορούμενος ἐπὶ τὴν ὑπατείαν κατήχθη· καὶ λαμπρῶς ἀναγορευθεὶς μετὰ Καλπουρνίου Βύβλου καὶ καταστὰς εἰς τὴν ἀρχήν εὐθὺς εἰσέφερε νόμους οὐχ ὑπάτῳ προσήκοντας, ἀλλὰ δημάρχῳ τινὶ θρασυτάτῳ, πρὸς ἡδονὴν τῶν πολλῶν κληρουχίας τινὰς χώρας καὶ διανομὰς εἰσηγούμενος.
然而,恺撒在克拉苏与庞培的友谊护卫下走上了执政官职位;他与卡尔普尔尼乌斯·比布卢斯一同荣任该职并就职之后,立即提出了并非执政官、倒像是极鲁莽的保民官才配提出的法律,倡议设立殖民地并分配土地,以讨好民众。
ἐν δὲ τῇ βουλῇ τῶν καλῶν τε καὶ ἀγαθῶν ἀντικρουσάντων, πάλαι δεόμενος προφάσεως, ἀνακραγὼν καὶ μαρτυράμενος ὡς εἰς τὸν δῆμον ἄκων ἐξελαύνοιτο θεραπεύσων ἐκεῖνον ἐξ ἀνάγκης ὕβρει καὶ χαλεπότητι τῆς βουλῆς, πρὸς αὐτὸν ἐξεπήδησε καὶ περιστησάμενος ἔνθεν μὲν Κράσσον, ἔνθεν δὲ Πομπήϊον, ἠρώτησεν εἰ τοὺς νόμους ἐπαινοῖεν.
当元老院中的贵族派加以阻挠时,早已在寻找借口的〔恺撒〕大声疾呼并作证说,由于元老院的傲慢与严苛,他被迫违心地倒向平民,不得不去迎合他们;于是他冲向平民大会,让克拉苏站于一侧,庞培站于另一侧,询问他们是否赞同这些法律。
ἐπαινεῖν δὲ φασκόντων, παρεκάλει βοηθεῖν ἐπὶ τοὺς ἐνίστασθαι μετὰ ξιφῶν ἀπειλοῦντας. ἐκεῖνοι δὲ ὑπισχνοῦντο Πομπήϊος δὲ καὶ προσεπεῖπεν ὡς ἀφίξοιτο πρὸς τὰ ξίφη μετὰ τοῦ ξίφους καὶ θυρεὸν κομίζων, ἐπὶ τούτῳ τοὺς μὲν ἀριστοκρατικοὺς ἠνίασεν, οὐκ ἀξίαν τῆς περὶ αὐτὸν αἰδοῦς, οὐδὲ τῆς πρὸς τὴν σύγκλητον εὐλαβείας πρέπουσαν, ἀλλὰ μανικὴν καὶ μειρακιώδη φωνὴν ἀκούσαντας, ὁ δὲ δῆμος ἥσθη.
在他们表示赞同之后,恺撒便恳请他们协助对抗那些扬言要动刀剑阻挠的人。二人应允了,庞培甚至补充说,面对刀剑,他不仅会带着利剑,还会携着盾牌前去;这番话令贵族们十分懊恼,因为他们听到的言辞既不配人们对庞培的敬重,亦不合乎对元老院应有的敬畏,反而狂妄而幼稚;然而民众却欢喜不已。
Καῖσαρ δὲ μειζόνως ἔτι τῆς Πομπηΐου δυνάμεως ὑποδραττόμενος, ἦν γὰρ αὐτῷ Ἰουλία θυγάτηρ ἐγγεγυημένη Σερουϊλίῳ Καιπίωνι, ταύτην ἐνεγγύησε Πομπηΐῳ, τὴν δὲ Πομπηΐου τῷ Σερουϊλίῳ δώσειν ἔφησεν, οὐδὲ αὐτὴν ἀνέγγυον οὖσαν, ἀλλὰ Φαύστῳ τῷ Σύλλα παιδὶ καθωμολογημένην.
恺撒为了更牢固地掌握庞培的势力——他有一个已许配给塞尔维利乌斯·凯皮奥的女儿尤莉娅——便将她改聘给庞培,并声称要把庞培的女儿许配给塞尔维利乌斯,尽管那个女子本身也并非未订婚,而是早已许配给了苏拉之子福斯图斯。
ὀλίγῳ δὲ ὕστερον Καῖσαρ ἠγάγετο Καλπουρνίαν θυγατέρα Πείσωνος, τὸν δὲ Πείσωνα κατέστησεν ὕπατον εἰς τὸ μέλλον, ἐνταῦθα δὴ καὶ σφόδρα μαρτυρομένου Κάτωνος καὶ βοῶντος οὐκ ἀνεκτὸν εἶναι, γάμοις διαμαστροπευομένης τῆς ἡγεμονίας καὶ διὰ γυναίων εἰς ἐπαρχίας καὶ στρατεύματα καὶ δυνάμεις ἀλλήλους ἀντεισαγόντων.1
不久之后,恺撒娶了皮索之女卡尔普尔尼娅,并指定皮索为来年的执政官。加图在此大加抗议并高呼道:统治大权因联姻而遭拉皮条般地交易,借由妇人而互相引荐入主行省、执掌军队与权势,这实在令人无法容忍。
ὁ μὲν οὖν συνάρχων τοῦ Καίσαρος Βύβλος, ἐπεὶ κωλύων τοὺς νόμους οὐδὲν ἐπέραινεν, ἀλλὰ πολλάκις ἐκινδύνευε μετὰ Κάτωνος ἐπὶ τῆς ἀγορᾶς ἀποθανεῖν, ἐγκλεισάμενος οἴκοι τὸν τῆς ἀρχῆς χρόνον διετέλεσε. Πομπήϊος δὲ γήμας εὐθὺς ἐνέπλησε τὴν ἀγορὰν ὅπλων καὶ συνεπεκύρου τῷ δήμῳ τοὺς νόμους, Καίσαρι δὲ τὴν ἐντὸς Ἄλπεων καὶ τὴν ἐκτὸς ἅπασαν Κελτικήν, προσθεὶς τὸ Ἰλλυρικόν μετὰ ταγμάτων τεσσάρων εἰς πενταετίαν.
恺撒的同僚执政官比布卢斯由于阻挠法案一无所成,反倒多次与加图在广场上险些丧命,便闭门不出,在家中度过了余下的任期。而庞培成婚后立即让广场布满武装,与民众一同确立了各项法案,并为恺撒争取到了山内高卢和整个山外高卢,外加伊利里库姆,以及四个军团,为期五年。
Κάτωνα μὲν οὖν ἐπιχειρήσαντα τούτοις ἀντιλέγειν ἀπῆγεν εἰς φυλακὴν ὁ Καῖσαρ, οἰόμενος αὐτὸν ἐπικαλέσεσθαι τοὺς δημάρχους· ἐκείνου δὲ ἀφώνου βαδίζοντος ὁρῶν ὁ Καῖσαρ οὐ μόνον τοὺς κρατίστους δυσφοροῦντας, ἀλλὰ καὶ τὸ δημοτικὸν αἰδοῖ τῆς Κάτωνος ἀρετῆς σιωπῇ καὶ μετὰ κατηφείας ἑπόμενον, αὐτὸς ἐδεήθη κρύφα τῶν δημάρχων ἑνὸς ἀφελέσθαι τὸν Κάτωνα.
当加图企图发言反对这些提议时,恺撒下令将他押入监狱,原以为他会向保民官求援;然而加图默默前行,恺撒看到不仅显贵们愤慨不已,连平民出于对加图美德的敬仰也默默且沮丧地尾随其后,于是恺撒自己暗中恳请一位保民官出面夺回加图。
τῶν δὲ ἄλλων συγκλητικῶν ὀλίγοι παντάπασιν αὐτῷ συνῄεσαν εἰς βουλήν, οἱ δὲ λοιποὶ δυσχεραίνοντες ἐκποδὼν ἦσαν. εἰπόντος δὲ Κονσιδίου τινὸς τῶν σφόδρα γερόντων ὡς φοβούμενοι τὰ ὅπλα καὶ τοὺς στρατιώτας οὐ συνέρχοιντο, τί οὖν ἔφη ὁ Καῖσαρ, οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς; καὶ ὁ Κονσίδιος εἶπεν ὅτι με ποιεῖ μὴ φοβεῖσθαι τὸ γῆρας· ὁ γὰρ ἔτι λειπόμενος βίος οὐ πολλῆς ὀλίγος ὢν δεῖται προνοίας.
其他元老院议员中,唯有极少数人与他一同参会,其余人则因愤慨而退避三舍。当极为年长的一位元老孔西迪乌斯说他们是因为惧怕武装和士兵才不来参会时,恺撒说道: “那么你为何不也因惧怕这些而留在家里呢?” 孔西迪乌斯回答道: “因为我的衰老使我不致恐惧;毕竟尚存的生命本就短促,无须过多顾虑。”
αἴσχιστον δὲ τῶν τότε πολιτευμάτων ἔδοξεν ἐν τῇ Καίσαρος ὑπατείᾳ δήμαρχον αἱρεθῆναι Κλώδιον ἐκεῖνον, ὑφʼ οὗ τὰ περὶ τὸν γάμον καὶ τὰς ἀπορρήτους παρενομήθη παννυχίδας. ᾑρέθη δὲ ἐπὶ τῇ Κικέρωνος καταλύσει· καὶ Καῖσαρ οὐ πρότερον ἐξῆλθεν ἐπὶ τὴν στρατιάν ἢ καταστασιάσαι2 Κικέρωνα μετὰ Κλωδίου καὶ συνεκβαλεῖν ἐκ τῆς Ἰταλίας.
当时各项政治举措中最令人不齿的,被认为是在恺撒执政官任内选出了那个克洛狄乌斯为保民官——正是此人在婚姻与秘密宵祭之事上犯下了渎神之罪。他当选是为了搞垮西塞罗;而恺撒直到与克洛狄乌斯联手结党对付西塞罗并将他逐出意大利之后,才启程奔赴军队。
- 14.5ἀντεισαγόντων
紧接在前一个属格独立结构(γάμοις διαμαστροπευομένης τῆς ἡγεμονίας)之后的独立属格分词,其属格主语在句中省略,根据上下文指代恺撒、庞培等掌权者;该分词带相互代词宾语 ἀλλήλους,意为“(掌权者们)通过妇人将彼此引荐入主行省和掌管军队”。
- 14.9οὐ πρότερον ἐξῆλθεν ἐπὶ τὴν στρατιάν ἢ καταστασιάσαι
相关结构 οὐ πρότερον... ἤ(“直到……才……”)统辖不定词 καταστασιάσαι 和 συνεκβαλεῖν,功能等同于 πρίν 搭配不定词,表示“直到与克洛狄乌斯联手排挤西塞罗并将之驱逐,恺撒才出发前往军队”。
