← 普鲁塔克

恺撒传

§13.1-13.3

放弃凯旋式与促成庞培克拉苏和解

因凯旋式与执政官参选在法律上无法兼得,恺撒请求缺席参选,却遭到加图的拖延演说阻挠,遂毅然放弃凯旋式入城参选。进城后,恺撒促成庞培与克拉苏的和解并藉此把持大权,从而为日后的内战埋下伏笔。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ἐπεὶ δὲ τοὺς μὲν μνωμένους θρίαμβον ἔξω διατρίβειν ἔδει, τοὺς δὲ μετιόντας ὑπατείαν παρόντας ἐν τῇ πόλει τοῦτο πράττειν, ἐν τοιαύτῃ γεγονὼς ἀντινομίᾳ καὶ πρὸς αὐτὰς τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας ἔπεμψε πρὸς τὴν σύγκλητον αἰτούμενος αὐτῷ δοθῆναι παραγγέλλειν εἰς ὑπατείαν ἀπόντι διὰ τῶν φίλων. Κάτωνος δὲ πρῶτον μὲν ἰσχυριζομένου τῷ νόμῳ πρὸς τὴν ἀξίωσιν, εἶτα, ὡς ἑώρα πολλοὺς τεθεραπευμένους ὑπὸ τοῦ Καίσαρος, ἐκκρούσαντος τῷ χρόνῳ τὸ πρᾶγμα καὶ τὴν ἡμέραν ἐν τῷ λέγειν κατατρίψαντος,1 ἔγνω τὸν θρίαμβον ἀφεὶς ὁ Καῖσαρ ἔχεσθαι τῆς ὑπατείας.

鉴于谋求凯旋仪式者必须留在城外,而谋求执政官职位者必须亲临城内办理此事,恺撒陷入了这般的法律冲突之中,且就在执政官选举前夕抵达,他便遣使前往元老院,请求允许他在缺席的情况下由友人代为报名参选执政官。然而加图起初援引法律坚决反对这项请求,继而看到许多人已被恺撒拉拢,便拖延时间以阻挠此事,在滔滔不绝的演说中耗尽了一整天;于是恺撒决定放弃凯旋式,全力谋求执政官职位。

§13.2

καὶ παρελθὼν εὐθὺς ὑποδύεται πολίτευμά τι πάντας ἀνθρώπους ἐξαπατῆσαν πλὴν Κάτωνος, ἦν δὲ τοῦτο διαλλαγὴ Πομπηΐου καὶ Κράσσου τῶν μέγιστον ἐν τῇ πόλει δυναμένων οὓς συναγαγὼν ὁ Καῖσαρ εἰς φιλίαν ἐκ διαφορᾶς, καὶ τὴν ἀπʼ ἀμφοῖν συνενεγκάμενος ἰσχὺν εἰς ἑαυτόν, ἔργῳ φιλάνθρωπον ἔχοντι προσηγορίαν ἔλαθε μεταστήσας2 τὴν πολιτείαν.

他进城之后,立即施展了一项除加图外蒙骗了所有人的政治策略,即调解城中权势最大的庞培与克拉苏。恺撒使二人化干戈为玉帛,并将来自双方的权势集于自身,借着一个冠以敦睦美名的举措,在不知不觉中颠覆了城邦体制。

§13.3

οὐ γάρ, ὡς οἱ πλεῖστοι νομίζουσιν, ἡ Καίσαρος καὶ Πομπηΐου διαφορὰ τοὺς ἐμφυλίους ἀπειργάσατο πολέμους, ἀλλὰ μᾶλλον ἡ φιλία, συστάντων ἐπὶ καταλύσει τῆς ἀριστοκρατίας τὸ πρῶτον, εἶτα οὕτως καὶ πρὸς ἀλλήλους διαστάντων. Κάτωνι δὲ πολλάκις τὰ μέλλοντα προθεσπίζοντι περιῆν δυσκόλου μὲν ἀνθρώπου τότε καὶ πολυπράγμονος, ὕστερον δὲ φρονίμου μέν, οὐκ εὐτυχοῦς δὲ συμβούλου λαβεῖν δόξαν.3

因为并非如大多数人所认为的那样,是恺撒与庞培的不和酿成了内战,倒不如说是他们的友谊所致:他们起初联合起来颠覆贵族派政治,随后又以这种方式彼此反目成仇。而屡屡预言未来的加图,其结局便是在当时落得了个性格乖戾且爱多管闲事的名声,而后来则获得了虽明智却未竟其功的谏言者的美誉。

语法注3 条
  1. 13.1ἐκκρούσαντος τῷ χρόνῳ τὸ πρᾶγμα καὶ τὴν ἡμέραν ἐν τῷ λέγειν κατατρίψαντος

    属格独立结构的一部分,与句首的 Κάτωνος 一致。ἐκκρούσαντος τῷ χρόνῳ τὸ πρᾶγμα 指通过拖延时间来阻挠、推迟表决,τὴν ἡμέραν ... κατατρίψαντος 意为通过演说耗尽整整一日(即利用冗长发言进行议事阻碍)。

  2. 13.2ἔλαθε μεταστήσας

    动词 λανθάνω 与补充分词 μεταστήσας 构成的惯用句式,意为“不知不觉地改变了/在人未察觉时做了……”。表明恺撒在一个冠有睦邻博爱之名(ἔργῳ φιλάνθρωπον ἔχοντι προσηγορίαν)的举措掩护下,悄无声息地颠覆了国家政制。

  3. 13.3Κάτωνι δὲ πολλάκις τὰ μέλλοντα προθεσπίζοντι περιῆν δυσκόλου μὲν ἀνθρώπου τότε καὶ πολυπράγμονος, ὕστερον δὲ φρονίμου μέν, οὐκ εὐτυχοῦς δὲ συμβούλου λαβεῖν δόξαν

    句子的核心骨架为非人称动词 περιῆν(意为“落得……结局/留下的结果是”)+ 人物与格(Κάτωνι ... προθεσπίζοντι)+ 不定词主语(λαβεῖν δόξαν)。属格短语 δυσκόλου ... πολυπράγμονος 与 φρονίμου ... συμβούλου 均修饰 δόξαν(“……的名声”),将加图当时的声名与后世的评价形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:13.1-13.3