- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:11.1-11.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法官任期结束后,凯撒由克拉苏担保巨额债务得以赴西班牙行省就任,并在途经阿尔卑斯小村时的言论以及阅读亚历山大传记落泪的事迹中显露出强烈的野心。
ὁ δὲ Καῖσαρ εὐθὺς ἀπὸ τῆς στρατηγίας τῶν ἐπαρχιῶν τὴν Ἰβηρίαν λαβών, ὡς ἦν δυσδιάθετον αὐτῷ τὸ περὶ τοὺς δανειστάς ἐνοχλοῦντας ἐξιόντι καὶ καταβοῶντας, ἐπὶ Κράσσον κατέφυγε πλουσιώτατον ὄντα Ῥωμαίων, δεόμενον δὲ τῆς Καίσαρος ἀκμῆς καὶ θερμότητος ἐπὶ τὴν πρὸς Πομπήϊον ἀντιπολιτείαν. ἀναδεξαμένου δὲ τοῦ Κράσσου τοὺς μάλιστα χαλεποὺς καὶ ἀπαραιτήτους τῶν δανειστῶν καὶ διεγγυήσαντος ὀκτακοσίων καὶ τριάκοντα ταλάντων,1 οὕτως ἐξῆλθεν ἐπὶ τὴν ἐπαρχίαν.
凯撒在卸任大法官后立即在各省中获得了西班牙,但因那些在他动身时前来滋扰喧呼的债权人之事难以处置,他便投奔了克拉苏;克拉苏是罗马人中最富有者,且在对抗庞培的政争中需要凯撒的锐气与热情。在克拉苏揽下那些最严苛不屈的债权人并承担了八百三十塔兰同的担保之后,凯撒这才动身前往行省。
λέγεται δέ, τὰς Ἄλπεις ὑπερβάλλοντος αὐτοῦ καὶ πολίχνιόν τι βαρβαρικόν οἰκούμενον ὑπὸ ἀνθρώπων παντάπασιν ὀλίγων καὶ λυπρόν παρερχομένου, τοὺς ἑταίρους ἅμα γέλωτι καὶ μετὰ παιδιᾶς ἦ που φάναι2 κἀνταῦθά τινές εἰσιν ὑπὲρ ἀρχῶν φιλοτιμίαι καὶ περὶ πρωτείων ἅμιλλαι καὶ φθόνοι τῶν δυνατῶν πρὸς ἀλλήλους; τὸν δὲ Καίσαρα σπουδάσαντα πρὸς αὐτοὺς εἰπεῖν, ἐγὼ μὲν ἐβουλόμην παρὰ τούτοις εἶναι μᾶλλον πρῶτος ἢ παρὰ Ῥωμαίοις δεύτερος.
据说,当他翻越阿尔卑斯山,路过一座仅有极少数人居住且十分贫瘠的蛮族小镇时,同行者带着笑意打趣道: “难道说, 这里也有争夺职位的野心、争居首位的竞争,以及权贵之间的彼此嫉妒吗?” 凯撒却神情严肃地对他们说: “在我看来,我宁愿在这些人当中位列第一,也不愿在罗马人之中屈居第二。”
ὁμοίως δὲ πάλιν ἐν Ἰβηρίᾳ, σχολῆς οὔσης ἀναγινώσκοντά τι τῶν περὶ Ἀλεξάνδρου γεγραμμένων σφόδρα γενέσθαι πρὸς ἑαυτῷ3 πολὺν χρόνον, εἶτα καὶ δακρῦσαι· τῶν δὲ φίλων θαυμασάντων τὴν αἰτίαν εἰπεῖν οὐ δοκεῖ ὑμῖν ἄξιον εἶναι λύπης, εἰ τηλικοῦτος μὲν ὢν Ἀλέξανδρος ἤδη τοσούτων ἐβασίλευεν, ἐμοὶ δὲ λαμπρὸν οὐδὲν οὔπω πέπρακται;
同样,据说在西班牙时,一次闲暇之余,他在阅读关于亚历山大的著作时,陷入长久的深思,随后竟落下了眼泪;当朋友们对此感到惊奇并询问缘由时,他说道: “难道你们不觉得值得悲伤吗:亚历山大在这样的年纪已经统治了如此众多的土地,而我至今却还没有做出任何辉煌的功绩?”
- 11.1διεγγυήσαντος ὀκτακοσίων καὶ τριάκοντα ταλάντων
ὀκτακοσίων καὶ τριάκοντα ταλάντων 为表示价格或数额的属格(价额属格),依附于分词 διεγγυήσαντος(源自 διεγγυάω,意为“作保”、“担保”),指明所担保的金额总数。
- 11.2λέγεται δέ, τὰς Ἄλπεις ὑπερβάλλοντος αὐτοῦ καὶ πολίχνιόν τι βαρβαρικόν οἰκούμενον ὑπὸ ἀνθρώπων παντάπασιν ὀλίγων καὶ λυπρόν παρερχομένου, τοὺς ἑταίρους ἅμα γέλωτι καὶ μετὰ παιδιᾶς ἦ που φάναι
这是由无人称动词 λέγεται 所引出的“宾格加不定式”间接引语结构,其中 τοὺς ἑταίρους 为不定式 φάναι 的逻辑主语。句中插入的 τὰς Ἄλπεις ὑπερβάλλοντος αὐτοῦ... παρερχομένου 则是以凯撒(αὐτοῦ)为主语的属格独立结构,用来表示时间与背景情况。
- 11.3σφόδρα γενέσθαι πρὸς ἑαυτῷ
动词 γίγνομαι 与介词 πρός 连用后接与格(ἑαυτῷ),构成固定表达,意为“专心于自身”、“沉浸于内心的思绪中”。此处的不定式 γενέσθαι 同样受上文无人称动词 λέγεται 的支配,其逻辑主语由宾格分词 ἀναγινώσκοντα 表出。
