← 普鲁塔克

亚历山大大帝传

§9.1-9.6

早期军功与婚宴上同父亲腓力的冲突

亚历山大年少便立下军功而深受腓力宠爱,但在腓力新婚宴上与阿塔罗斯及父亲发生激烈冲突,携母出走,后经德玛拉托斯说和才返回马其顿。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

Φιλίππου δὲ στρατεύοντος ἐπὶ Βυζαντίους, ἦν μὲν ἑκκαιδεκέτης Ἀλέξανδρος, ἀπολειφθεὶς δὲ κύριος ἐν Μακεδονίᾳ τῶν πραγμάτων καὶ τῆς σφραγῖδος, Μαίδων τε τοὺς ἀφεστῶτας κατεστρέψατο, καὶ πόλιν ἑλὼν αὐτῶν τοὺς μὲν βαρβάρους ἐξήλασε, συμμίκτους δὲ κατοικίσας Ἀλεξανδρόπολιν προσηγόρευσεν.

在腓力远征拜占庭人时,亚历山大年仅十六岁;但他受命留守马其顿,执掌国政与印信,不仅平定了反叛的迈多伊人,夺取了他们的一座城池,驱逐了蛮族,还迁来混居的居民,将该城命名为亚历山大波利斯。

§9.2

ἐν δὲ Χαιρωνείᾳ τῆς πρὸς τοὺς Ἕλληνας μάχης παρὼν μετέσχε, καὶ λέγεται πρῶτος ἐνσεῖσαι τῷ ἱερῷ λόχῳ τῶν Θηβαίων, ἔτι δὲ καὶ καθʼ ἡμᾶς ἐδείκνυτο παλαιὰ παρὰ τὸν Κηφισὸν Ἀλεξάνδρου καλουμένη δρῦς, πρὸς ἣν τότε κατεσκήνωσε, καὶ τὸ πολυάνδριον οὐ πόρρω τῶν Μακεδόνων ἐστίν.

在喀罗尼亚同希腊人的战役中,他也亲临战场并参战,据说还是第一个冲入底比斯神圣军团阵中的人。甚至直到我们这个时代,人们在客菲索斯河畔还曾指认一株名为“亚历山大橡树”的古树,他当时就在树旁扎营,而马其顿人的合葬冢离此亦不远。

§9.3

ἐκ μὲν οὖν τούτων, ὡς εἰκὸς, Φίλιππος ὑπερηγάπα τὸν υἱόν, ὥστε καὶ χαίρειν τῶν Μακεδόνων Ἀλέξανδρον μὲν βασιλέα, Φίλιππον δὲ στρατηγὸν καλούντων, αἱ δὲ περὶ τὴν οἰκίαν ταραχαί, διὰ τοὺς γάμους καὶ τοὺς ἔρωτας αὐτοῦ τρόπον τινὰ τῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσούσης,1 πολλὰς αἰτίας καὶ μεγάλας διαφορὰς παρεῖχον, ἃς ἡ τῆς Ὀλυμπιάδος χαλεπότης, δυσζήλου καὶ βαρυθύμου γυναικός, ἔτι μείζονας ἐποίει, παροξυνούσης τὸν Ἀλέξανδρον.

因此,腓力自然格外疼爱这个儿子,甚至在马其顿人称亚历山大为王、称腓力为统帅时,他也满心欢喜。然而,由于他的屡次婚事与风流韵事,家庭内的纷扰导致王国在某种程度上同后宫一起陷入紊乱,引发了许多怨隙与重大不和;而嫉妒心强、怨气深重的女人奥林匹亚斯挑动亚历山大,她的乖戾性情使这些不和愈演愈烈。

§9.4

ἐκφανεστάτην2 δὲ Ἄτταλος παρέσχεν ἐν τοῖς Κλεοπάτρας γάμοις, ἣν ὁ Φίλιππος ἠγάγετο παρθένον, ἐρασθεὶς παρʼ ἡλικίαν τῆς κόρης, θεῖος γὰρ ὢν αὐτῆς ὁ Ἄτταλος ἐν τῷ πότῳ μεθύων παρεκάλει τοὺς Μακεδόνας αἰτεῖσθαι παρὰ θεῶν γνήσιον ἐκ Φιλίππου καὶ Κλεοπάτρας γενέσθαι διάδοχον τῆς βασιλείας, ἐπὶ τούτῳ παροξυνθεὶς ὁ Ἀλέξανδρος καὶ εἰπών, ἡμεῖς δὲ σοι, κακὴ κεφαλὴ, νόθοι δοκοῦμεν; ἔβαλε σκύφον ἐπʼ αὐτόν.

阿塔罗斯在克利奥帕特拉的婚礼上引发了最公开的冲突。腓力爱上了这个年轻姑娘,不顾年龄悬殊娶她为妻。阿塔罗斯身为新娘的舅父,在酒席上酩酊大醉,呼吁马其顿人祈求诸神赐予腓力和克利奥帕特拉一个王国的合法继承人。亚历山大闻言大怒,说道: “混账东西,难道在你眼里我们是私生子吗?” 说着便将酒杯朝他掷去。

§9.5

ὁ δὲ Φίλιππος ἐπʼ ἐκεῖνον ἐξανέστη σπασάμενος τὸ ξίφος, εὐτυχίᾳ δὲ ἑκατέρου διὰ τὸν θυμὸν καὶ τὸν οἶνον ἔπεσε σφαλείς, ὁ δὲ Ἀλέξανδρος ἐφυβρίζων, οὗτος μέντοι, εἶπεν, ἄνδρες, εἰς Ἀσίαν ἐξ Εὐρώπης παρεσκευάζετο διαβαίνειν, ὃς ἐπὶ κλίνην ἀπὸ κλίνης διαβαίνων ἀνατέτραπται.3 μετὰ ταύτην τὴν παροινίαν ἀναλαβὼν τὴν Ὀλυμπιάδα καὶ καταστήσας εἰς Ἤπειρον αὐτὸς ἐν Ἰλλυριοῖς διέτριβεν.

腓力拔出剑来扑向亚历山大,但对双方而言幸运的是,由于愤怒与酒醉,他脚下一滑跌倒在地。亚历山大便嘲弄道: “诸位看啊,”他说,“这个正准备从欧洲渡海打到亚洲去的人,如今在从一张卧榻跨到另一张卧榻时却栽倒了。” 在这场酒后狂乱之后,亚历山大带着奥林匹亚斯并安顿她在伊庇鲁斯,自己则逗留在伊利里亚人那里。

§9.6

ἐν τούτῳ δὲ Δημάρατος ὁ Κορίνθιος, ξένος ὢν τῆς οἰκίας καὶ παρρησίας μετέχων, ἀφίκετο πρὸς Φίλιππον. μετὰ δὲ τὰς πρώτας δεξιώσεις καὶ φιλοφροσύνας ἐπερωτῶντος τοῦ Φιλίππου πῶς ἔχουσιν ὁμονοίας πρὸς ἀλλήλους οἱ Ἕλληνες, πάνυ γοῦν, ἔφη, σοι προσήκει, Φίλιππε, κήδεσθαι τῆς Ἑλλάδος, ὃς τὸν οἶκον τὸν σεαυτοῦ στάσεως τοσαύτης καὶ κακῶν ἐμπέπληκας. οὕτω δὴ συμφρονήσας ὁ Φίλιππος ἔπεμψε καὶ κατήγαγε πείσας διὰ τοῦ Δημαράτου τὸν Ἀλέξανδρον.

在此期间,科林斯的德玛拉托斯作为王家的客卿并享有直言权,前来拜访腓力。在初次的问候和客套之后,腓力询问希腊人彼此之间的和睦状况如何,德玛拉托斯答道: “腓力啊,实在太合适了,”他说,“你把自己的家宅充斥了如此大的内讧与灾患,竟还关心起希腊来了。” 腓力由此幡然醒悟,便遣使前去,并通过德玛拉托斯的说合召回了亚历山大。

语法注3 条
  1. 9.3τρόπον τινὰ τῆς βασιλείας τῇ γυναικωνίτιδι συννοσούσης

    独立属格结构,解释了宫廷内部冲突产生的背景与原因。比喻性地表明“王权在某种意义上同内宫/后宫一同患病(陷入混乱)”,副词短语 τρόπον τινά(在某种程度上)缓和了这一隐喻的突兀感。

  2. 9.4ἐκφανεστάτην

    阴性单数宾格最高级形容词,承接前文中的 πολλὰς αἰτίας καὶ μεγάλας διαφορὰς παρεῖχον,其中心名词 διαφοράν(不和)或 αἰτίαν(缘由、契机)被省略,意指“最公开显露的不和/争端”。

  3. 9.5ὃς ἐπὶ κλίνην ἀπὸ κλίνης διαβαίνων ἀνατέτραπται

    关系代词 ὃς 指向前文的 οὗτος,引导一个表对照与责难理由的关系从句,尖锐地突出了腓力企图跨洲远征(παρεσκευάζετο διαβαίνειν)与在两张卧榻间跨行便摔倒之间的巨大落差与荒谬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:9.1-9.6