← 普鲁塔克

亚历山大大帝传

§10.1-10.4

皮克索达洛斯的婚约风波与腓力遇刺

皮克索达洛斯的求婚引发了亚历山大的私下干涉,腓力察觉后大怒并放逐其亲信;随后腓力遇刺,奥林匹亚斯和亚历山大亦卷入指控与嫌疑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

ἐπεὶ δὲ Πιξόδαρος, ὁ Καρίας σατράπης, ὑποδυόμενος διʼ οἰκειότητος εἰς τὴν Φιλίππου συμμαχίαν, ἐβούλετο τὴν πρεσβυτάτην τῶν θυγατέρων Ἀρριδαίῳ τῷ Φιλίππου γυναῖκα δοῦναι καὶ περὶ τούτων Ἀριστόκριτον εἰς Μακεδονίαν ἀπέστειλεν, αὖθις ἐγίνοντο λόγοι καὶ διαβολαὶ παρὰ τῶν φίλων καὶ τῆς μητρὸς πρὸς Ἀλέξανδρον, ὡς Ἀρριδαῖον ἐπὶ τῇ βασιλείᾳ Φιλίππου γάμοις λαμπροῖς καὶ πράγμασι μεγάλοις εἰσοικειοῦντος.1

当卡里亚总督皮克索达洛斯企图通过联姻与腓力结盟,希望将长女嫁给腓力之子阿里达尤斯为妻,并为此遣阿里斯托克利托斯前往马其顿之时,亚历山大的友人和母亲再次向他进言并散布谗言,声称腓力正企图通过显赫的婚事和大权将阿里达尤斯确立为王位的继承人。

§10.2

ὑφʼ ὧν διαταραχθεὶς πέμπει Θεσσαλὸν εἰς Καρίαν, τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, Πιξοδάρῳ διαλεξόμενον ὡς χρὴ τὸν νόθον ἐάσαντα, καὶ οὐ φρενήρη, μεθαρμόσασθαι τὸ κῆδος εἰς Ἀλέξανδρον. καὶ Πιξοδάρῳ μὲν οὐ παρὰ μικρὸν ἤρεσκε ταῦτα τῶν προτέρων μᾶλλον, ὁ δὲ Φίλιππος αἰσθόμενος, ἰὼν εἰς τὸ Ἀλεξάνδρου δωμάτιον, παραλαβὼν τῶν φίλων αὐτοῦ καὶ συνήθων ἕνα, Φιλώταν τὸν Παρμενίωνος, ἐπετίμησεν ἰσχυρῶς, καὶ πικρῶς ἐλοιδόρησεν ὡς ἀγεννῆ καὶ τῶν ὑπαρχόντων περὶ αὐτὸν ἀγαθῶν ἀνάξιον, εἰ Καρὸς ἀνθρώπου καὶ βαρβάρῳ βασιλεῖ δουλεύοντος ἀγαπᾷ γαμβρὸς γενέσθαι.2 τὸν δὲ Θεσσαλὸν ἔγραψε Κορινθίοις ὅπως ἀναπέμψωσιν ἐν πέδαις δεδεμένον. τῶν δὲ ἄλλων ἑταίρων Ἅρπαλον καὶ Νέαρχον, ἔτι δʼ Ἐρίγυιον καὶ Πτολεμαῖον ἐκ Μακεδονίας μετέστησεν, οὓς ὕστερον Ἀλέξανδρος καταγαγὼν ἐν ταῖς μεγίσταις ἔσχε τιμαῖς.

亚历山大为此深感不安,便派悲剧演员塞萨洛斯前往卡里亚,与皮克索达洛斯商谈,劝其弃置那个神志不清的私生子,而将这桩婚事改同亚历山大缔结。皮克索达洛斯对此案的喜爱远甚于前者。但腓力察觉了此事,便前往亚历山大的卧室,并带去了亚历山大的友人兼密友之一——帕尔梅尼奥之子菲洛塔斯,严厉地斥责了他,并苦涩地痛骂他卑劣,配不上自身所拥有的尊荣富贵,竟甘愿去给一个臣服于蛮族君王的卡里亚人做女婿。至于塞萨洛斯,腓力致信科林斯人,命他们将塞萨洛斯戴上脚镣押解送回。在其他同伴中,他将哈尔帕洛斯、尼阿库斯、埃里吉尤斯和托勒密逐出马其顿;这些人后来被亚历山大召回,并位列最崇高的显职。

§10.4

ἐπεὶ δὲ Παυσανίας Ἀττάλου γνώμῃ καὶ Κλεοπάτρας ὑβρισθεὶς καὶ μὴ τυχὼν δίκης ἀνεῖλε Φίλιππον, τὸ μὲν πλεῖστον εἰς Ὀλυμπιάδα τῆς αἰτίας περιῆλθεν, ὡς θυμουμένῳ τῷ νεανίσκῳ προσεγκελευσαμένην καὶ παροξύνασαν,3 ἔθιγε δέ τις καὶ Ἀλεξάνδρου διαβολή, λέγεται γὰρ ἐντυχόντος αὐτῷ τοῦ Παυσανίου μετὰ τὴν ὕβριν ἐκείνην καὶ ἀποδυρομένου προενέγκασθαι τὸ τῆς Μηδείας ἰαμβεῖον· "τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην,4" οὐ μὴν ἀλλὰ καὶ τοὺς συναιτίους τῆς ἐπιβουλῆς ἀναζητήσας ἐκόλασε, καὶ τὴν Κλεοπάτραν ἀποδημοῦντος αὐτοῦ τῆς Ὀλυμπιάδος ὠμῶς μεταχειρισαμένης ἠγανάκτησε.

及至保萨尼亚斯因受到阿塔罗斯和克利奥帕特拉策划的侮辱而未能申冤,刺杀了腓力之后,大部分的罪责落在了奥林匹亚斯身上,认为她怂恿并煽动了这个满怀怨愤的年轻人;但某种谗言也波及了亚历山大。因为据说在那场受辱之后,当保萨尼亚斯前去拜访并向他倾诉悲苦时,亚历山大曾引用了《美狄亚》中的抑扬格诗句: “施者、娶者与被娶者”;然而,亚历山大追查并惩办了谋逆的同谋,且对自己在外出期间奥林匹亚斯残酷处置克利奥帕特拉一事感到愤慨。

语法注4 条
  1. 10.1ὡς Ἀρριδαῖον ἐπὶ τῇ βασιλείᾳ Φιλίππου γάμοις λαμπροῖς καὶ πράγμασι μεγάλοις εἰσοικειοῦντος

    由 ὡς 引导的属格独立结构,其中 Φιλίππου 为逻辑主语,分词 εἰσοικειοῦντος 带宾语 Ἀρριδαῖον。ὡς 表示友人和母亲主观认为的企图或借口(“声称/以为……”)。

  2. 10.3εἰ Καρὸς ἀνθρώπου καὶ βαρβάρῳ βασιλεῖ δουλεύοντος ἀγαπᾷ γαμβρὸς γενέσθαι

    依附于表示斥责的动词 ἐλοιδόρησεν 的从句。在表示情感或斥责的动词之后,连词 εἰ 并非表示纯粹的假定条件,而是引出责难的事实缘由(“竟然甘愿……”)。

  3. 10.4ὡς θυμουμένῳ τῷ νεανίσκῳ προσεγκελευσαμένην καὶ παροξύνασαν

    阴性单数宾格分词 προσεγκελευσαμένην 和 παροξύνασαν 在语法上与前文介词短语 εἰς Ὀλυμπιάδα 中的宾格名词 Ὀλυμπιάδα 保持性数格一致。与格 θυμουμένῳ τῷ νεανίσκῳ 作分词的间接宾语,指被煽动的青年(保萨尼亚斯)。

  4. 10.4τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην

    引用自欧里庇得斯《美狄亚》第288行的诗句(定冠词带分词构成的宾格名词化短语)。在悲剧原作中指代岳父克瑞翁、新郎伊阿宋和新娘格劳刻;在此语境下则暗指阿塔罗斯、腓力与克利奥帕特拉三人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:10.1-10.4