- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:8.1-8.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了亚历山大对医学与读书(尤其是《伊利亚特》)的热爱,以及他与亚里士多德的关系如何由敬爱转为疏离,但他对哲学的热情始终终生未泯。
δοκεῖ δέ μοι καὶ τὸ φιλιατρεῖν Ἀλεξάνδρῳ προστρίψασθαι μᾶλλον ἑτέρων Ἀριστοτέλης·1 οὐ γὰρ μόνον τὴν θεωρίαν ἠγάπησεν, ἀλλὰ καὶ νοσοῦσιν ἐβοήθει τοῖς φίλοις καὶ συνέταττε θεραπείας τινὰς καὶ διαίτας, ὡς ἐκ τῶν ἐπιστολῶν λαβεῖν ἔστιν, ἦν δὲ καὶ φύσει φιλόλογος καὶ φιλαναγνώστης.
依我之见,也正是亚里士多德比其他人更深地使亚历山大染上了行医之癖;因为他不仅喜爱其理论,而且在朋友生病时施以援手,甚至亲自为他们开列治疗方案和食疗养生法,这从他的信件中便可得知。他在天性上也是一位嗜学好读之人。
καὶ τὴν μὲν Ἰλιάδα τῆς πολεμικῆς ἀρετῆς ἐφόδιον καὶ νομίζων καὶ ὀνομάζων, ἔλαβε μὲν Ἀριστοτέλους διορθώσαντος ἣν ἐκ τοῦ νάρθηκος καλοῦσιν, εἶχε δὲ ἀεὶ μετὰ τοῦ ἐγχειριδίου κειμένην ὑπὸ τὸ προσκεφάλαιον, ὡς Ὀνησίκριτος ἱστόρηκε, τῶν δὲ ἄλλων βιβλίων οὐκ εὐπορῶν ἐν τοῖς ἄνω τόποις Ἅρπαλον ἐκέλευσε πέμψαι.
他既认为《伊利亚特》是军旅之德的口粮,亦如此称呼它,因而收下了经由亚里士多德校订的、人们称为“宝匣本”的那部书,并如奥内西克里托斯所记述的那样,始终将它同短剑一并置于枕下;后来在内陆腹地缺乏其他书籍时,他便命令哈尔帕洛斯送书前来。
κἀκεῖνος ἔπεμψεν αὐτῷ τάς τε Φιλίστου βίβλους καὶ τῶν Εὐριπίδου καὶ Σοφοκλέους καὶ Αἰσχύλου τραγῳδιῶν συχνάς, καὶ Τελέστου καὶ Φιλοξένου διθυράμβους. Ἀριστοτέλην δὲ θαυμάζων ἐν ἀρχῇ καὶ ἀγαπῶν οὐχ ἧττον, ὡς αὐτὸς ἔλεγε, τοῦ πατρός, ὡς διʼ ἐκεῖνον μὲν ζῶν,2 διὰ τοῦτον δὲ καλῶς ζῶν, ὕστερον ὑποπτότερον ἔσχεν,3 οὐχ ὥστε ποιῆσαί τι κακόν, ἀλλʼ αἱ φιλοφροσύναι τὸ σφοδρὸν ἐκεῖνο καὶ στερκτικὸν οὐκ ἔχουσαι πρὸς αὐτόν ἀλλοτριότητος ἐγένοντο τεκμήριον.
哈尔帕洛斯给他送来了菲利斯托斯的作品,以及欧里庇得斯、索福克勒斯和埃斯库罗斯的诸多悲剧,还有忒勒斯忒斯和斐洛克塞诺斯的狄梯兰勃斯赞歌。亚历山大起初对亚里士多德极为钦佩,且如他自己所言,对他的爱戴丝毫不亚于其生父,因为他“赖生父而生,赖老师而得善生”;然而到后来,他对他多了几分猜忌。这倒未至于加害于他,但他对亚里士多德的好意缺少了那份热烈与挚爱,成了彼此疏远的明证。
ὁ μέντοι πρὸς φιλοσοφίαν ἐμπεφυκὼς καὶ συντεθραμμένος ἀπʼ ἀρχῆς αὐτῷ ζῆλος καὶ πόθος οὐκ ἐξερρύη τῆς ψυχῆς, ὡς ἡ περὶ Ἀνάξαρχόν τε τιμὴ καὶ τὰ πεμφθέντα Ξενοκράτει πεντήκοντα τάλαντα καὶ Δάνδαμις καὶ Καλανὸς οὕτω σπουδασθέντες μαρτυροῦσι.
不过,他心中与生俱来、从一开始便同他一起长成的对哲学的热忱与向往,却未曾从心灵中消逝,这从他对阿那克萨科斯所施的礼遇、送给色诺克拉底的五十塔兰同,以及对丹达米斯与卡拉诺斯如此敬重的事实中均可得到证明。
- 8.1δοκεῖ δέ μοι καὶ τὸ φιλιατρεῖν Ἀλεξάνδρῳ προστρίψασθαι μᾶλλον ἑτέρων Ἀριστοτέλης
人称构式(主格搭配不定式)。句中不定式的逻辑主语 Ἀριστοτέλης 在语法上作主句动词 δοκεῖ 的主格主语,由 δοκεῖ 统辖不定式 προστρίψασθαι。Ἀλεξάνδρῳ 为与格间接宾语,冠词化不定式 τὸ φιλιατρεῖν 为宾格直接宾语。μᾶλλον ἑτέρων 中的 ἑτέρων 是比较属格,意为“比亚里士多德以外的其他人更甚”。
- 8.3ὡς διʼ ἐκεῖνον μὲν ζῶν, διὰ τοῦτον δὲ καλῶς ζῶν
连词 ὡς 与分词 ζῶν 连用,表示主观认定的理由或论断,与前面的 αὐτὸς ἔλεγε 相应,传达亚历山大本人的说法。在指示代词的对照中,ἐκεῖνον 指代父亲(τοῦ πατρός),而 τοῦτον 则指代当前讨论的核心人物亚里士多德。
- 8.3ὕστερον ὑποπτότερον ἔσχεν
ἔχω 搭配副词性中性单数比较级形容词(ὑποπτότερον)的习惯用法,意为“更加猜忌地看待/对待他”。其宾语在上下文中承前省略,即亚里士多德(αὐτόν)。
