← 普鲁塔克

亚历山大大帝传

§7.1-7.5

聘请亚里士多德与秘传学问的授受

腓力因赏识亚历山大的秉性而聘请亚里士多德为师,并重建斯塔吉拉作为回报;亚历山大不仅修习显学亦研习密教,后因这些秘传论述出版而致信责问,亚里士多德则辩称此书仅能被入门者领会。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

καθορῶν δὲ τὴν φύσιν αὐτοῦ δυσκίνητον μὲν οὖσαν ἐρίσαντος μὴ βιασθῆναι,1 ῥᾳδίως δὲ ἀγομένην ὑπὸ λόγου πρὸς τὸ δέον, αὐτός τε πείθειν ἐπειρᾶτο μᾶλλον ἢ προστάττειν, καὶ τοῖς περὶ μουσικὴν καὶ τὰ ἐγκύκλια παιδευταῖς οὐ πάνυ τι πιστεύων τὴν ἐπιστασίαν αὐτοῦ καὶ κατάρτισιν, ὡς μείζονος οὖσαν πραγματείας καὶ κατὰ τὸν Σοφοκλέα "πολλῶν χαλινῶν ἔργον οἰάκων θʼ ἅμα," μετεπέμψατο τῶν φιλοσόφων τὸν ἐνδοξότατον καὶ λογιώτατον Ἀριστοτέλην, καλὰ καὶ πρέποντα διδασκάλια τελέσας αὐτῷ. τὴν γὰρ Σταγειριτῶν πόλιν, ἐξ ἧς ἦν Ἀριστοτέλης, ἀνάστατον ὑπʼ αὐτοῦ γεγενημένην συνῴκισε πάλιν, καὶ τοὺς διαφυγόντας ἢ δουλεύοντας τῶν πολιτῶν ἀποκατέστησε.

此外,腓力看出亚历山大的性情虽然在抗拒时绝不屈服于强力,却极易被合情合理的说理引导至正道,因此他自己也极力予以劝说而非命令;又因他不愿将对他的管教与教导完全托付给教授音乐与常规通识的教师,认为这是一项更为重大的事业,正如索福克勒斯所云: “须兼备多副缰辔与舵盘之功”,于是他派人请引哲学家中最负盛名、博学多才的亚里士多德,并付与他优厚得宜的束脩。因他将亚里士多德的家乡斯塔吉拉城——即曾被他自己夷平的城邦——重新建起,并召回了逃亡或沦为奴隶的公民。

§7.3

σχολὴν μὲν οὖν αὐτοῖς καὶ διατριβὴν τὸ περὶ Μίεζαν Νυμφαῖον ἀπέδειξεν, ὅπου μέχρι νῦν Ἀριστοτέλους ἕδρας τε λιθίνας καὶ ὑποσκίους περιπάτους δεικνύουσιν. ἔοικε δὲ Ἀλέξανδρος οὐ μόνον τὸν ἠθικὸν καὶ πολιτικὸν παραλαβεῖν λόγον, ἀλλὰ καὶ τῶν ἀπορρήτων καὶ βαθυτέρων διδασκαλιῶν, ἃς οἱ ἄνδρες ἰδίως ἀκροαματικὰς καὶ ἐποπτικὰς προσαγορεύοντες οὐκ ἐξέφερον εἰς πολλούς, μετασχεῖν.

腓力将米埃扎附近的仙女圣泉指定为他们的研习与谈学之所,直到今日,那里仍指认有亚里士多德的石座与林荫步道。亚历山大似乎不仅领会了伦理与政治的学说,亦得受了深奥幽微的教导,即那些学者们特称为“讲席秘传”与“密仪传授”、绝不向大众公开的内容。

§7.4

ἤδη γὰρ εἰς Ἀσίαν διαβεβηκώς, καὶ πυθόμενος λόγους τινὰς ἐν βιβλίοις περὶ τούτων ὑπὸ Ἀριστοτέλους ἐκδεδόσθαι, γράφει πρὸς αὐτὸν ὑπὲρ φιλοσοφίας παρρησιαζόμενος ἐπιστολήν, ἧς ἀντίγραφόν ἐστιν· Ἀλέξανδρος Ἀριστοτέλει εὖ πράττειν. οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς ἀκροαματικοὺς τῶν λόγων τίνι γὰρ δὴ διοίσομεν ἡμεῖς τῶν ἄλλων, εἰ καθʼ οὓς ἐπαιδεύθημεν λόγους, οὗτοι2 πάντων ἔσονται κοινοί; ἐγὼ δὲ βουλοίμην ἂν ταῖς περὶ τὰ ἄριστα ἐμπειρίαις ἢ ταῖς δυνάμεσι διαφέρειν. ἔρρωσο.

因为当他已渡海进入亚洲,得知亚里士多德已将有关这些理论的文章以书卷的形式出版时,便出于对哲学的热忱坦率直言地致信给他,信的内容如下: “亚历山大问候亚里士多德。你出版讲席秘传的论述是不对的。倘若我们受教的那些学说都要公之于众,我们又凭何与众人有所区别呢?我宁愿在至美至善的知识上超群拔萃,也不求在权势上压倒他人。愿你康健。”

§7.5

ταύτην μὲν οὖν τὴν φιλοτιμίαν αὐτοῦ παραμυθούμενος Ἀριστοτέλης ἀπολογεῖται περὶ τῶν λόγων ἐκείνων, ὡς καὶ ἐκδεδομένων καὶ μὴ ἐκδεδομένων·3 ἀληθῶς γὰρ ἡ μετὰ τὰ φυσικὰ πραγματεία πρὸς διδασκαλίαν καὶ μάθησιν οὐδὲν ἔχουσα χρήσιμον ὑπόδειγμα τοῖς πεπαιδευμένοις ἀπʼ ἀρχῆς γέγραπται.

亚里士多德为了抚慰他的这种好胜心,就那些论述辩白道:它们既可以说出版了,也可以说未曾出版;因为事实上,《形而上学》这部著作对于讲授与学习并无用处,从一开始便只是为受过教导之人所写的备忘而已。

语法注3 条
  1. 7.1ἐρίσαντος μὴ βιασθῆναι

    此处 ἐρίσαντος 为省略逻辑主语(指亚历山大)的属格独立结构,接表示结果或目的的不定式短语 μὴ βιασθῆναι,带有条件意味,意为“一旦他起意抵抗,便绝不屈服于强力”。

  2. 7.4καθʼ οὓς ἐπαιδεύθημεν λόγους, οὗτοι

    先行词(λόγους)被吸收入关系分句(καθʼ οὓς...)内部,并在主句中由指示代名词 οὗτοι 予以复指,起强调作用,即“我们在其中受教的那些学说,它们……”。

  3. 7.5ὡς καὶ ἐκδεδομένων καὶ μὴ ἐκδεδομένων

    带有小词 ὡς 的独立属格结构,用以引出主观性的托辞或陈述,表示亚里士多德所提出的辩解理由:“声称它们既可以说是出版了,又可以说是未曾出版”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:7.1-7.5