← 普鲁塔克

亚历山大大帝传

§76.1-76.4

王室日记所载亚历山大病重至逝世的经过

根据王室日记的记载,详述了亚历山大高热病发、日渐衰竭,并在将士列队告别后最终不治去世的逐日过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§76.1

ἐν δὲ ταῖς ἐφημερίσιν οὕτως γέγραπται τὰ περὶ τὴν νόσον. ὀγδόῃ ἐπὶ δεκάτῃ Δαισίου μηνὸς ἐκάθευδεν ἐν τῷ λουτρῶνι διὰ τὸ πυρέξαι. τῇ δὲ ἑξῆς λουσάμενος εἰς τὸν θάλαμον μετῆλθε, καὶ διημέρευε πρὸς Μήδιον κυβεύων. εἶτʼ ὀψὲ λουσάμενος καὶ τὰ ἱερὰ τοῖς θεοῖς ἐπιθείς ἐμφαγὼν διὰ νυκτὸς ἐπύρεξε.

在宫廷日记中,关于他的病情有如下记载。在戴西乌斯月十八日,他因发热而睡在浴所中。次日,他沐浴后迁入寝室,与梅狄乌斯投掷骰子度过了一天。随后在傍晚沐浴并向诸神献祭,吃了一点食物后,通宵发热。

§76.2

τῇ εἰκάδι λουσάμενος πάλιν ἔθυσε τὴν εἰθισμένην θυσίαν καὶ κατακείμενος ἐν τῷ λουτρῶνι τοῖς περὶ Νέαρχον ἐσχόλαζεν, ἀκροώμενος τὰ περὶ τὸν πλοῦν καὶ τὴν μεγάλην θάλατταν. τῇ δεκάτῃ φθίνοντος ταὐτὰ ποιήσας μᾶλλον ἀνεφλέχθη, καὶ τὴν νύκτα βαρέως ἔσχε, καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐπύρεττε σφόδρα, καὶ μεταρθεὶς κατέκειτο παρὰ τὴν μεγάλην κολυμβήθραν, ὅτε δὴ τοῖς ἡγεμόσι διελέχθη περὶ τῶν ἐρήμων ἡγεμονίας τάξεων,1 ὅπως καταστήσωσι δοκιμάσαντες.

二十日,他沐浴后再次献上惯常的祭礼,躺在浴所中与尼亚库斯一行度过时光,倾听关于航行和大海的报告。在下旬第十日(即二十一日),他做了同样的事后热度更加炽烈,夜间病情严重,次日热度极高,被抬出后躺在大浴池旁;正是在那时,他与将领们商讨了空缺指挥职位的队伍,要求他们在考察后予以任命。

§76.3

ἑβδόμῃ σφόδρα πυρέττων ἔθυσεν ἐξαρθεὶς πρὸς τὰ ἱερά2 τῶν δὲ ἡγεμόνων ἐκέλευε τοὺς μεγίστους διατρίβειν ἐν τῇ αὐλῇ, ταξιάρχους δὲ καὶ πεντακοσιάρχους ἔξω νυκτερεύειν. εἰς δὲ τὰ πέραν βασίλεια διακομισθεὶς τῇ ἕκτῃ μικρὸν ὕπνωσεν, ὁ δὲ πυρετὸς οὐκ ἀνῆκεν. ἐπελθόντων δὲ τῶν ἡγεμόνων ἦν ἄφωνος, ὁμοίως δὲ καὶ τὴν πέμπτην·

下旬第七日(二十四日),他虽高烧严重,仍被抬到祭坛前献祭;他命令将领中地位最高者留在庭院中,而千人长和五百人长则在户外露宿。在被转移到对岸的王宫后,下旬第六日(二十五日)他稍有睡眠,但热度并未消退。当将领们前去探望时,他已无法言语,下旬第五日(二十六日)亦是如此。

§76.4

διὸ καὶ τοῖς Μακεδόσιν ἔδοξε τεθνάναι, καὶ κατεβόων ἐλθόντες ἐπὶ τὰς θύρας, καὶ διηπειλοῦντο τοῖς ἑταίροις ἕως ἐβιάσαντο καὶ τῶν θυρῶν αὐτοῖς ἀνοιχθεισῶν ἐν τοῖς χιτῶσι καθʼ ἕνα πάντες παρὰ τὴν κλίνην παρεξῆλθον. ταύτης δὲ τῆς ἡμέρας οἱ περὶ Πύθωνα καὶ Σέλευκον εἰς τὸ Σεραπεῖον ἀποσταλέντες ἠρώτων εἰ κομίσωσιν3 ἐκεῖ τὸν Ἀλέξανδρον ὁ δὲ θεὸς κατὰ χώραν ἐᾶν ἀνεῖλε. τῇ δὲ τρίτῃ φθίνοντος πρὸς δείλην ἀπέθανε.

因此,马其顿士兵们以为他已经去世,便聚集在门口高呼叫嚷,威吓亲信们,直到迫使〔他们〕屈服;当门向他们敞开时,所有人都身着紧身内袍,逐一从卧榻旁走过。在这一天,皮同与塞琉古被遣至塞拉皮斯神殿,求问是否应将亚历山大送往该处;神谕则指示让他留在此处。到了下旬第三日(二十八日)向晚时分,他便去世了。

语法注3 条
  1. 76.2τῶν ἐρήμων ἡγεμονίας τάξεων

    ἡγεμονίας 是形容词 ἐρήμων(匮乏、空缺)所支配的剥夺/离格性属格,整个修饰短语 ἐρήμων ἡγεμονίας 置于名词 τάξεων(队伍)之前,意为“缺乏指挥官的部队”。

  2. 76.3ἐξαρθεὶς πρὸς τὰ ἱερά

    被动语态分词 ἐξαρθείς(被抬起/抬出)与表示方向的介词短语 πρὸς τὰ ἱερά(前往祭坛/祭仪处)连用,生动表明其身体状况已无法自如行走,须由人抬至献祭处。

  3. 76.4ἠρώτων εἰ κομίσωσιν

    在由连接词 εἰ(是否)引导的间接疑问句中,虚拟语气 κομίσωσιν 保留了直接引语中的深思/商讨虚拟语气(deliberative subjunctive,“我们是否应当将他送去”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:76.1-76.4