← 普鲁塔克

亚历山大大帝传

§77.1-77.5

中毒传闻的真伪与罗克珊娜谋害斯妲特拉

叙述了关于亚历山大死于中毒的传闻及其反驳证据,随后记录了罗克珊娜谋杀斯妲特拉以及佩尔狄卡斯掌控阿里达乌斯之事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§77.1

τούτων τὰ πλεῖστα κατὰ λέξιν ἐν ταῖς ἐφημερίσιν οὕτω γέγραπται. φαρμακείας δὲ ὑποψίαν παραυτίκα μὲν οὐδεὶς ἔσχεν, ἕκτῳ δὲ ἔτει φασὶ μηνύσεως γενομένης τὴν Ὀλυμπιάδα πολλοὺς μὲν ἀνελεῖν, ἐκρῖψαι δὲ τὰ λείψανα τοῦ Ἰόλα τεθνηκότος, ὡς τούτου τὸ φάρμακον ἐγχέαντος.

其中大部分内容在宫廷日记中就是如此逐字记载的。当时并无任何人怀疑中毒;但据说在第六年出现告密后,奥林匹亚丝处决了许多人,并掘抛了已故约拉斯的遗骸,称是他下注了毒药。

§77.2

οἱ δὲ Ἀριστοτέλην φάσκοντες Ἀντιπάτρῳ σύμβουλον γεγενῆσθαι τῆς πράξεως, καὶ ὅλως διʼ ἐκείνου πορισθῆναι τὸ φάρμακον, Ἁγνόθεμίν τινα διηγεῖσθαι λέγουσιν ὡς Ἀντιγόνου τοῦ βασιλέως ἀκούσαντα1 τὸ δὲ φάρμακον ὕδωρ εἶναι ψυχρὸν καὶ παγετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, ἣν ὥσπερ δρόσον λεπτὴν ἀναλαμβάνοντες2 εἰς ὄνου χηλὴν ἀποτίθενται τῶν γὰρ ἄλλων οὐδὲν ἀγγεῖον στέγειν, ἀλλὰ διακόπτειν ὑπὸ ψυχρότητος καὶ δριμύτητος.

那些声称亚里斯多德是安提帕特此举的谋主、且毒药完全是由他所筹备的人说,有一个叫哈格诺忒米斯的人讲述此事,称自己是听国王安提柯说的;那毒药是来自诺纳克里斯某块岩石的冰冷刺骨的水,人们将其如细露般收集起来,储存在驴蹄中;因为没有其他容器能够盛装它,都会因其酷寒与烈性而被腐蚀裂解。

§77.3

οἱ δὲ πλεῖστοι τὸν λόγον ὅλως οἴονται πεπλάσθαι τὸν περὶ τῆς Φαρμακείας· καὶ τεκμήριον αὐτοῖς ἐστιν οὐ μικρόν ὅτι τῶν ἡγεμόνων στασιασάντων ἐφʼ ἡμέρας πολλὰς ἀθεράπευτον τὸ σῶμα κείμενον ἐν τόποις θερμοῖς καὶ πνιγώδεσιν οὐδὲν ἔσχε τοιαύτης φθορᾶς σημεῖον, ἀλλʼ ἔμεινε καθαρὸν καὶ πρόσφατον.

然而大多数人认为,关于中毒的说法纯属捏造;对他们而言,一个有力的证据是:在将领们争权内讧的许多天里,遗体被停放在炎热窒闷的地方无人照管,却完全没有出现此类溃烂败坏的迹象,反而保持洁净而新鲜。

§77.4

ἡ δὲ Ῥωξάνη κύουσα μὲν ἐτύγχανε καὶ διὰ τοῦτο τιμωμένη παρὰ τοῖς Μακεδόσι· δυσζήλως δὲ ἔχουσα πρὸς τὴν Στάτειραν ἐξηπάτησεν αὐτὴν ἐπιστολῇ τινι πεπλασμένῃ παραγενέσθαι, καὶ προσαγαγοῦσα μετὰ τῆς ἀδελφῆς ἀπέκτεινε, καὶ τοὺς νεκροὺς εἰς τὸ φρέαρ κατέβαλε καὶ συνέχωσεν, εἰδότος ταῦτα Περδίκκου καὶ συμπράττοντος.

罗克珊娜当时恰逢有孕,因此在马其顿人中备受尊崇;但她对斯妲特拉怀有强烈的嫉妒,便用一封伪造的书信诱骗她前来,将其与她妹妹一同引至跟前杀死,将尸体投入井中并填平,佩尔狄卡斯对此知情并协同行事。

§77.5

ἦν γὰρ ἐκεῖνος εὐθὺς ἐν δυνάμει μεγίστῃ, τὸν Ἀρριδαῖον ὥσπερ δορυφόρημα τῆς βασιλείας ἐφελκόμενος, γεγονότα μὲν ἐκ γυναικὸς ἀδόξου καὶ κοινῆς Φιλίννης, ἀτελῆ δὲ τὸ φρονεῖν ὄντα3 διὰ σώματος νόσον οὐ φύσει προσπεσοῦσαν οὐδὲ αὐτομάτως, ἀλλὰ καὶ πάνυ φασὶ παιδὸς ὄντος αὐτοῦ διαφαίνεσθαι χάριεν ἦθος καὶ οὐκ ἀγεννές, εἶτα μέντοι φαρμάκοις ὑπὸ Ὀλυμπιάδος κακωθέντα διαφθαρῆναι τὴν διάνοιαν.

因为佩尔狄卡斯随即掌握了极大的权力,他把阿里达乌斯当作王权的贴身侍卫一般带在身边。阿里达乌斯由出身卑微低下的妇人菲琳娜所生,由于患有既非先天亦非自发的肉体疾病而在心智上有所不全;据说在他年幼之时,显露出的性格颇为优雅且绝非卑劣,但后来遭到奥林匹亚丝施用药物所害,心智遂遭摧折。

语法注3 条
  1. 77.2ὡς Ἀντιγόνου τοῦ βασιλέως ἀκούσαντα

    宾格分词 ἀκούσαντα 与不定式 διηγεῖσθαι 的逻辑主语 Ἁγνόθεμιν 一致。连词 ὡς 带有“声称听自安提柯国王”的主观依据或传闻语气。

  2. 77.2ἣν ὥσπερ δρόσον λεπτὴν ἀναλαμβάνοντες

    关系代词 ἣν 在语法上与前述阴性名词 πέτρας(岩石)一致,但从句意上看,“如细露般收集”的实际对象是岩石所渗出的泉水(受阴性名词 Στύξ 斯提克斯水或 πηγή 泉源的影响)。在此指代从岩石上集取的冷水滴。

  3. 77.5ἀτελῆ δὲ τὸ φρονεῖν ὄντα

    带冠词不定式 τὸ φρονεῖν 用作限制/关系宾格(accusative of respect),修饰形容词 ἀτελῆ,意为“在思维/心智方面不健全”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:77.1-77.5